Ancient Greek · ~7 min
38.1 to 38.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 38.1-9
Not analysed yet
Ὑπὸ τοῦτον τὸν χρόνον στράτευμα Σκλαβηνῶν οὐ πλέον ἢ ἐς τρισχιλίους ἀγηγερμένοι, ποταμόν τε Ἴστρον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, διέβησαν, καὶ πόνῳ οὐδενὶ ποταμὸν Εὗρον εὐθὺς διαβάντες δίχα ἐγένοντο. εἶχε δὲ αὐτῶν ἁτέρα μὲν συμμορία ὀκτακοσίους τε καὶ χιλίους, ἡ δὲ δὴ ἑτέρα τοὺς καταλοίπους. ἑκατέροις μὲν οὖν καίπερ ἀλλήλων ἀπολελειμμένοις ἐς χεῖρας ἐλθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔν τε Ἰλλυριοῖς καὶ Θρᾳξίν, ἡσσήθησάν τε ἐκ τοῦ ἀπροσδοκήτου καὶ οἱ μὲν αὐτοῦ διεφθάρησαν, οἱ δὲ κόσμῳ οὐδενὶ διαφυγόντες ἐσώθησαν. ἐπεὶ δὲ οἱ στρατηγοὶ πάντες οὕτω παρ’ ἑκατέρων τῶν βαρβαρικῶν στρατοπέδων, καίπερ ἐλασσόνων παρὰ πολὺ ὄντων, ἀπήλλαξαν, Ἀσβάδῳ ἡ ἑτέρα τῶν πολεμίων ξυμμορία ξυνέμιξεν. ἦν δὲ οὗτος ἀνὴρ βασιλέως μὲν Ἰουστινιανοῦ δορυφόρος, ἐπεὶ ἐς τοὺς Κανδιδάτους καλουμένους τελῶν ἔτυχε, τῶν δὲ ἱππικῶν καταλόγων ἦρχεν οἳ ἐν Τζουρουλῷ τῷ ἐν Θρᾴκῃ φρουρίῳ ἐκ παλαιοῦ ἵδρυνται, πολλοί τε καὶ ἄριστοι ὄντες. καὶ αὐτοὺς οἱ Σκλαβηνοὶ τρεψάμενοι οὐδενὶ πόνῳ πλείστους μὲν αἰσχρότατα φεύγοντας ἔκτειναν, Ἄσβαδον δὲ καταλαβόντες ἐν μὲν τῷ παραυτίκα ἐζώγρησαν, ὕστερον δὲ αὐτὸν ἐς πυρὸς ἐμβεβλημένον φλόγα ἔκαυσαν, ἱμάντας πρότερον ἐκ τοῦ νώτου τοῦ ἀνθρώπου ἐκδείραντες. ταῦτα διαπεπραγμένοι τὰ χωρία ξύμπαντα, τά τε Θρᾳκῶν καὶ Ἰλλυριῶν, ἀδεέστερον ἐληΐζοντο, καὶ φρούρια πολλὰ πολιορκίᾳ ἑκάτεροι εἷλον, οὔτε τειχομαχήσαντες πρότερον, οὔτε ἐς τὸ πεδίον καταβῆναι τολμήσαντες, ἐπεὶ οὐδὲ γῆν τὴν Ῥωμαίων καταθεῖν ἐγκεχειρήκασι αἱ βάρβαροι οὗτοι πώποτε. οὐ μὴν οὐδὲ στρατῷ ποταμὸν Ἴστρον φαίνονται διαβεβηκότες ἐκ τοῦ παντὸς χρόνου, πλήν γε δὴ ἐξ ὅτου μοι ἔμπροσθεν εἴρηται. Οὗτοι δὲ οἱ τὸν Ἄσβαδον νενικηκότες μέχρι ἐς θάλασσαν ληϊσάμενοι ἐφεξῆς ἅπαντα καὶ πόλιν ἐπιθαλασσίαν τειχομαχήσαντες εἷλον, καίπερ στρατιωτῶν φρουρὰν ἔχουσαν, Τόπηρον ὄνομα· ἣ πρώτη μὲν Θρᾳκῶν τῶν παραλίων ἐστί, τοῦ δὲ Βυζαντίου διέχει ὁδῷ ἡμερῶν δυοκαίδεκα.