Ancient Greek · ~7 min
39.20 to 39.29
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 39.20-29
Not analysed yet
ἀνεμίγνυντο τῷ Ῥωμαίων στρατῷ. ἄλλοι τε βάρβαροι ἐκ πάσης ἀγειρόμενοι ξυνέρρεον γῆς. καὶ ὁ τῶν Λαγγοβαρδῶν ἡγούμενος ὁπλίτας χιλίους ἐν παρασκευῇ πεποιημένος αὐτίκα δὴ μάλα ὑπέσχετο πέμψειν. Τούτων δὴ καὶ πλειοτέρων ἐς τὴν Ἰταλίαν ἀγγελλομένων, οἷα δὴ ἐξεργάζεσθαι εἴωθεν ἐς τὰ ἀνθρώπεια προϊοῦσα ἡ φήμη, Γότθοι ἅμα μὲν ἔδεισαν, ἅμα δὲ καὶ ἐν ἀπόρῳ ἐγένοντο, εἰ σφίσιν ἐς γένος τὸ Θευδερίχου πολεμητέα εἴη. στρατιῶται δὲ Ῥωμαίων, ὅσοι Γότθοις ἐτύγχανον ἀκούσιοι ξυστρατεύοντες, ἄγγελον πέμψαντες Γερμανῷ σημαίνειν ἐκέλευον ὡς, ἐπειδὰν τάχιστα ἐν Ἰταλίᾳ γενόμενον αὐτὸν ἴδοιεν, ἐνστρατοπεδευομένην τε τὴν αὐτοῦ στρατιάν, καὶ αὐτοὶ οὐδέν τι μελλήσαντες ξὺν ἐκείνοις τετάξονται πάντως. οἷς δὴ ἅπασι θαρσήσαντες οἱ τοῦ βασιλέως στρατοῦ ἔν τε Ῥαβέννῃ καὶ εἴ που ἄλλη πόλις σφίσι λελεῖφθαι τετύχηκεν, εὐέλπιδες ἰσχυρότατα γεγενημένοι, τὰ χωρία βασιλεῖ ἐς τὸ ἀκριβὲς φυλάσσειν ἠξίουν. ἀλλὰ καὶ ὅσοι ξὺν τῷ Βήρῳ τὰ πρότερα ἢ ἄλλοις τισὶ τοῖς πολεμίοις ἐς χεῖρας ἐλθόντες ἡσσημένοι τε τῶν ἐναντίων ἐν τῇ ξυμβολῇ διέφυγόν τε καὶ σκεδαννύμενοι περιῄεσαν, ὅπη ἑκάστῳ τετύχηκεν, ἐπειδὴ ὁδῷ ἰέναι Γερμανὸν ἤκουσαν, ἀθρόοι ἐν Ἰστρίᾳ γεγενημένοι, ἐνταῦθά τε τὸ στράτευμα τοῦτο προσδεχόμενοι, ἡσυχῆ ἔμενον. Τότε δὴ ὁ Τουτίλας, ἡμέρα γὰρ ἡ ξυγκειμένη αὐτῷ τε καὶ Διογένει ἀμφὶ Κεντουκέλλαις εἱστήκει, πέμψας παρ’ αὐτὸν ἐκέλευέν οἱ κατὰ τὰ ξυγκείμενα τὴν πόλιν ἐνδοῦναι. Διογένης δὲ τούτου δὴ κύριος ἔφασκεν αὐτὸς οὐκέτι εἶναι· ἀκηκοέναι γὰρ αὐτοκράτορα τοῦδε τοῦ πολέμου τὸν Γερμανὸν καταστῆναί τε καὶ ξὺν τῷ στρατῷ οὐκ ἄποθεν εἶναι. τῶν δὲ ὁμήρων βουλομένῳ οἱ αὐτῷ εἶναι τοὺς μὲν σφετέρους ἀπολαβεῖν, τοὺς δὲ πρὸς Γότθων σφίσι δεδομένους ἀποτιννύναι. τούς τε σταλέντας ἀποπεμψάμενος τοῦ τῆς πόλεως φυλακτηρίου ἐπεμελεῖτο, Γερμανόν τε καὶ τὸ ξὺν αὐτῷ καραδοκῶν στράτευμα. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε, καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ πέμπτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.