Ancient Greek · ~2 min
4.15 to 4.17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.15-17
Not analysed yet
οὐ γὰρ ἂν ἐνταῦθα γενόμενος τοῦ κακοῦ ἄλλου ὁτουοῦν ἐς φροντίδα ἦλθεν, ἀλλ’ οἶμαι τό τε οὖς αὐτῷ ἐν τούτῳ ξυγκεκόφθαι τῷ πάθει καὶ τὸ μάργαρον ὅπη ποτὲ ἀφανισθῆναι. ὅπερ ὁ Ῥωμαίων βασιλεὺς τότε πρίασθαι πρὸς τῶν Ἐφθαλιτῶν ἐν σπουδῇ ποιησάμενος ἥκιστα ἴσχυσεν. οὐ γὰρ αὐτὸ εὑρέσθαι οἱ βάρβαροι εἶχον, καίπερ πόνῳ πολλῷ τὴν ζήτησιν ποιησάμενοι. φασὶ μέντοι Ἐφθαλίτας εὑρομένους αὐτὸ ὕστερον τῷ Καβάδῃ ἀποδόσθαι. Ὅσα δὲ ἀμφὶ τῷ μαργάρῳ τούτῳ Πέρσαι λέγουσιν εἰπεῖν ἄξιον· ἴσως γὰρ ἄν τῳ καὶ οὐ παντάπασιν ἄπιστος ὁ λόγος δόξειεν εἶναι.