Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 4
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.9
Not analysed yet
κτεῖναι μὲν οὖν αὐτὸν ἥκιστα ἐδικαίου, ἐκλογιζόμενος ὡς, ἢν μὲν ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζῃ, εὔδηλον ἔσται ὡς οὐδὲν ἂν τὸ τῷ ὄρνιθι ποιηθὲν εἴη ʽοὐ γὰρ βασιλέα τῇ σκιᾷ θεραπεύοι, ὅς γε αὐτίκα δὴ ἀπολεῖσθαι ἔμελλἐ, λόγῳ τε αὐτὸν οὐδενὶ κτείνοι· ἢν δέ γε χρῆν ἐν τῷ ὑστέρῳ χρόνῳ βασιλεῦσαι τὸν ἄνθρωπον, οὐ μήποτέ οἱ θανάτῳ καταληπτὸς ἔσται· τὰ γὰρ τοῦ θεοῦ ἐς βουλὴν ἥκοντα οὐκ ἂν δύναιτο ἀνθρώπου γνώμῃ κωλυτὰ εἶναι.