Ancient Greek · ~3 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ, Chapter 40
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 40.9
Not analysed yet
Ἀλλά τις αὐτῷ ξυνέπεσε τύχη νοσήσαντι ἐξαπιναίως τὸν βίον διαμετρήσασθαι. εὐθυωρόν τε ὁ Γερμανὸς ἐξ ἀνθρώπων ἠφάνιστο, ἀνὴρ ἀνδρεῖός τε καὶ δραστήριος ἐς τὰ μάλιστα, ἐν μὲν τῷ πολέμῳ στρατηγός τε ἄριστος καὶ αὐτουργὸς δεξιός, ἐν δὲ εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασι τά τε νόμιμα καὶ τὸν τῆς πολιτείας κόσμον βεβαιότατα φυλάσσειν ἐξεπιστάμενος, δικάσας μὲν ὀρθότατα πάντων μάλιστα, χρήματα δὲ τοῖς δεομένοις ἅπασι δεδανεικὼς μεγάλα καὶ τόκον οὐδ’ ὅσον λόγῳ κεκομισμένος πρὸς αὐτῶν πώποτε, ἐν Παλατίῳ μὲν καὶ τῇ ἀγορᾷ ἐμβριθέστατός τε καὶ σοβαρὸς ἄγαν, ἑστιάτωρ δὲ καθ’ ἡμέραν οἴκοι ἡδύς τε καὶ ἐλευθέριος καὶ ἐπίχαρις, οὐδέ τι ἐν Παλατίῳ ἁμαρτάνεσθαι παρὰ τὰ εἰωθότα ὅση δύναμις ξυγχωρῶν, οὐδὲ στασιώταις τοῖς ἐν Βυζαντίῳ τῆς βουλήσεως ἢ τῆς ὁμιλίας μεταλαχὼν πώποτε, καίπερ καὶ τῶν ἐν δυνάμει πολλῶν ἐς τοῦτο ἀτοπίας ἐληλακότων. ταῦτα μὲν οὖν τῇδε κεχώρηκε.