Ancient Greek · ~4 min
5.14 to 5.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 5.14-2-19
Not analysed yet
ἦν γὰρ τοῦ τε περιβόλου ἐκτὸς καὶ παντάπασιν ἀνδρῶν ἔρημος. οὗ δὴ τῶν νηῶν ὁρμισαμένων τοὺς ἱστοὺς ξυνέβαινε τῶν ἐπάλξεων καθυπερτέρους εἶναι. αὐτίκα οὖν τοὺς λέμβους τῶν νηῶν ἅπαντας τοξοτῶν ἐμπλησάμενος ἀπεκρέμασεν ἄκρων ἱστῶν. ὅθεν δὴ κατὰ κορυφὴν βαλλόμενοι οἱ πολέμιοι ἐς δέος τι ἄμαχον ἦλθον καὶ Πάνορμον εὐθὺς ὁμολογίᾳ Βελισαρίῳ παρέδοσαν. βασιλεύς τε ἐκ τοῦδε Σικελίαν ὅλην ἐς φόρου ἀπαγωγὴν κατήκοον εἶχε. τῷ δὲ Βελισαρίῳ τότε κρεῖσσον λόγου εὐτύχημα ξυνηνέχθη γενέσθαι. τῆς γὰρ ὑπατείας λαβὼν τὸ ἀξίωμα ἐπὶ τῷ Βανδίλους νενικηκέναι, ταύτης ἔτι ἐχόμενος, ἐπειδὴ παρεστήσατο Σικελίαν ὅλην, τῇ τῆς ὑπατείας ὑστάτῃ ἡμέρᾳ ἐς τὰς Συρακούσας εἰσήλασε, πρός τε τοῦ στρατοπέδου καὶ Σικελιωτῶν κροτούμενος ἐς τὰ μάλιστα καὶ νόμισμα χρυσοῦ ῥίπτων ἅπασιν. οὐκ ἐξεπίτηδες μέντοι αὐτῷ πεποίηται τοῦτο, ἀλλά τις τῷ ἀνθρώπῳ ξυνέβη τύχη πᾶσαν ἀνασωσαμένῳ τὴν νῆσον Ῥωμαίοις ἐκείνῃ τῇ ἡμέρᾳ ἐς τὰς Συρακούσας ἐσεληλακέναι, τήν τε τῶν ὑπάτων ἀρχήν, οὐχ ᾗπερ εἰώθει ἐν τῷ Βυζαντίου βουλευτηρίῳ, ἀλλ’ ἐνταῦθα καταθεμένῳ ἐξ ὑπάτων γενέσθαι. Βελισαρίῳ μὲν οὖν οὕτω δὴ εὐημερῆσαι ξυνέτυχεν.