Ancient Greek · ~7 min
5.16 to 5.24
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 5.16-24
Not analysed yet
Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον διέβαλον τὸν Ἀρσάκην τινὲς ὡς δὴ πράγμασι νεωτέροις ἐγχειρεῖν βούλοιτο. οἷσπερ ἀναπεισθεὶς ὁ Πακούριος αὖθις αὐτὸν μετεπέμπετο, ὑπειπὼν ὅτι δὴ αὐτῷ τι κοινολογεῖσθαι ὑπὲρ τῶν ὅλων ἐπιμελὲς εἴη. καὶ ὃς οὐδέν τι μελλήσας ἐς αὐτὸν ἦλθεν, ἄλλους τε τῶν ἐν Ἀρμενίοις μαχιμωτάτων ἐπαγόμενος καὶ Βασσίκιον ὅσπερ αὐτῷ στρατηγός τε καὶ ξύμβουλος ἦν· ἀνδρίας τε γὰρ καὶ ξυνέσεως ἐπὶ πλεῖστον ἀφῖκτο. εὐθὺς οὖν ὁ Πακούριος ἄμφω, τόν τε Ἀρσάκην καὶ Βασσίκιον, πολλὰ ὀνειδίζων ἐκάκιζεν, εἰ τὰ ὀμωμοσμένα ἠλογηκότε οὕτω δὴ τάχιστα ἐς ἀπόστασιν ἴδοιεν. οἱ δὲ ἀπηρνοῦντό τε καὶ ἀπώμνυον ἐνδελεχέστατα μηδὲν σφίσιν αὐτοῖς βεβουλεῦσθαι τοιοῦτο. τὰ μὲν οὖν πρῶτα ὁ Πακούριος αὐτοὺς ἐν ἀτιμίᾳ ἐφύλασσεν, ἔπειτα δὲ τῶν μάγων ἀνεπυνθάνετο ὅ τί οἱ ποιητέα ἐς αὐτοὺς εἴη. οἱ δὲ μάγοι τῶν μὲν ἀρνουμένων καὶ οὐ διαρρήδην ἐληλεγμένων καταγινώσκειν οὐδαμῆ ἐδικαίουν, ὑποθήκην δὲ αὐτῷ τινα ἔφραζον, ὅπως ἂν Ἀρσάκης αὐτὸς ἄντικρυς αὑτοῦ κατηγορεῖν ἀναγκάζοιτο. τὸ γὰρ τῆς βασιλικῆς σκηνῆς ἔδαφος κόπρῳ καλύπτειν ἐκέλευον, ἥμισυ μὲν ἐκ τῆς Περσῶν χώρας, θάτερον δὲ ἥμισυ ἐκ τῆς Ἀρμενίας. καὶ ὁ βασιλεὺς κατὰ ταῦτα ἐποίει. τότε δὴ οἱ μάγοι τὴν σκηνὴν ὅλην μαγείαις τισὶ καταλαβόντες ἐκέλευον τὸν βασιλέα ξὺν τῷ Ἀρσάκῃ τοὺς περιπάτους ἐνταῦθα ποιεῖσθαι, ἐπικαλοῦντα τοῖς τε ξυγκειμένοις καὶ ὀμωμος μένοις λυμήνασθαι. δεῖν δὲ καὶ αὐτοὺς τῷ διαλόγῳ παραγενέσθαι. οὕτω γὰρ ἂν τῶν λόγων μάρτυρες ἁπάντων εἶεν. αὐτίκα γοῦν ὁ Πακούριος τὸν Ἀρσάκην μεταπεμψάμενος διαύλους ἐν τῇ σκηνῇ ξὺν αὐτῷ ἐποιεῖτο, παρόντων σφίσιν ἐνταῦθα τῶν μάγων, καὶ ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅτου δὴ ἕνεκα τὰ ὀμωμοσμένα ἠλογηκὼς εἶτα Πέρσας τε καὶ Ἀρμενίους αὖθις τρίβειν ἀνηκέστοις κακοῖς ἐγχειροίη· ὁ δὲ Ἀρσάκης, ἕως μὲν ἐν τῷ χώρῳ οἱ λόγοι ἐγίνοντο οὗ δὴ ὁ χοῦς ἐκ γῆς τῆς Περσίδος ἐπέκειτο, ἀπηρνεῖτό τε καὶ ὅρκοις τοῖς δεινοτάτοις πιστούμενος ἀνδράποδον ἰσχυρίζετο εἶναι Πακουρίου πιστόν·