Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 6
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.10-2
Not analysed yet
ἔς τε Ἀντιόχειαν ὁ Γερμανὸς ἀφικόμενος περιῆλθε τὸν περίβολον ἅπαντα κύκλῳ, καὶ αὐτοῦ ἐχυρὰ μὲν ὄντα τὰ πολλὰ ηὕρισκε ʽτά τε γὰρ ἐν τῷ ὁμαλεῖ ποταμὸς Ὀρόντης παραρρεῖ ξύμπαντα τοῖς ἐπιοῦσιν ἄπορα ἐργαζόμενος, καὶ τὰ ἐν τῷ ἀνάντει χωρίοις κρημνώδεσιν ἀνεχόμενα ἐσβατὰ τοῖς πολεμίοις ὡς ἥκιστα ἦν̓, ἐν δὲ τῇ ἄκρᾳ γενόμενος, ἣν δὴ Ὀροκασιάδα καλεῖν οἱ ταύτῃ ἄνθρωποι νενομίκασιν, ἐπιμαχώτατον κατενόησεν ὂν τὸ κατ’ αὐτὴν τεῖχος.