Ancient Greek · ~6 min
6.11.14 to 6.11.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.11.14-22
Not analysed yet
φράξαντες δὲ καὶ τῆς ἑτέρας εἰσόδου τὸ πλεῖστον, πλήν γε δὴ ὅσον πυλίδα κἀνταῦθα λελεῖφθαι, φρούριόν τε αὐτοφυὲς ἀπειργάσαντο καὶ Πέτραν αὐτὸ λόγῳ τῷ εἰκότι ἐκάλεσαν. οἱ οὖν ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰλδίγερα πρῶτον μὲν ἐς τῶν πυλίδων τὴν ἑτέραν μαχόμενοί τε καὶ πολλὰ βάλλοντες οὐδὲν ἤνυτον, καίπερ ἥκιστα σφᾶς ἀμυνομένων τῶν ταύτῃ βαρβάρων, ἔπειτα δὲ διὰ τοῦ κρημνώδους κατόπισθεν τὴν ἄνοδον βιασάμενοι κατὰ κοφυφὴν λίθοις ἔβαλον ἐνθένδε τοὺς Γότθους. οἱ δὲ ἐς τὰς οἰκίας δρόμῳ τε καὶ θορύβῳ πολλῷ ἐσελθόντες ἡσύχαζον. καὶ τότε Ῥωμαῖοι, ἐπεὶ τῶν πολεμίων οὐδενὸς ἐπιτυγχάνειν οἶοί τε ἦσαν ταῖς τῶν λίθων βολαῖς, ἐπενόουν τάδε. τμήματα μεγάλα ἐκ τοῦ σκοπέλου ποιούμενοι πολλοί θ’ ἅμα ὠθοῦντες αὐτὰ ἐπὶ τὰς οἰκίας σταθμώμενοι ἐρρίπτουν. τὰ δὲ ὅπη ἂν τῆς οἰκοδομίας καὶ κατὰ βραχὺ προσπίπτοντα ψαύοι, κατέσειέ τε ἱκανῶς ἅπαντα καὶ τοὺς βαρβάρους ἐς μέγα τι δέος καθίστη. διὸ δὴ χεῖράς τε οἱ Γότθοι τοῖς ἔτι ἀμφὶ τὴν πυλίδα οὖσιν ὤρεγον καὶ ξὺν τῷ φρουρίῳ σφᾶς αὐτοὺς ὁμολογίᾳ παρέδοσαν, ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσι, βασιλέως τε δοῦλοι καὶ Βελισαρίου κατήκοοι ὄντες. καὶ αὐτῶν Ἰλδίγερ τε καὶ Μαρτῖνος τοὺς μὲν πλείστους ἀναστήσαντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ξὺν αὑτοῖς ἦγον, ὀλίγους δέ τινας ξὺν τοῖς παισί τε καὶ γυναιξὶν αὐτοῦ εἴασαν. ἐλίποντο δέ τινα καὶ Ῥωμαίων φρουράν. ἐνθένδε τε ἐς Ἀγκῶνα ἐλθόντες καὶ πολλοὺς ἀπαγαγόμενοι τῶν ἐκείνῃ πεζῶν ἐς Ἀρίμινον τριταῖοι ἀφίκοντο, τήν τε Βελισαρίου γνώμην ἀπήγγελλον. Ἰωάννης δὲ οὔτε αὐτὸς ἕπεσθαι ἤθελε καὶ Δαμιανὸν ξὺν τοῖς τετρακοσίοις κατεῖχεν. οἱ δὲ τοὺς πεζοὺς αὐτοῦ ἀπολιπόντες κατὰ τάχος ἐνθένδε ξὺν τοῖς Βελισαρίου δορυφόροις τε καὶ ὑπασπισταῖς ἀνεχώρησαν.