Ancient Greek · ~3 min
6.14.38 to 6.14.42
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.14.38-42
Not analysed yet
Ἔρουλοι τὸ τοῦ τρόπου θηριῶδές τε καὶ μανιῶδες ἐνδειξάμενοι ἐς τὸν αὐτῶν ῥῆγα ʽἦν δὲ οὗτος ἀνὴρ Ὄχος ὄνομἀ, ἐξαπιναίως τὸν ἄνθρωπον ἀπ’ οὐδεμιᾶς αἰτίας ἔκτειναν, ἄλλο οὐδὲν ἐπενεγκόντες ἢ ὅτι ἀβασίλευτοι τὸ λοιπὸν βούλονται εἶναι. καίτοι καὶ πρότερον ὄνομα μὲν αὐτοῖς ὁ βασιλεὺς εἶχεν, ἰδιώτου δὲ ὁτουοῦν οὐδέν τι σχεδὸν ἐφέρετο πλέον. ἀλλὰ καὶ ξυγκαθῆσθαι αὐτῷ ἅπαντες καὶ ξύσσιτοι εἶναι ἠξίουν, καὶ ἀνέδην ὅστις βούλοιτο ἐς αὐτὸν ὕβριζεν· ἀσυνθετώτεροι γὰρ ἢ ἀσταθμητότεροι Ἐρούλων εἰσὶν ἀνθρώπων οὐδένες. τοῦ δὲ κακοῦ σφίσιν ἐξειργασμένου μετέμελεν ἤδη. ἔφασκον γὰρ ἄναρχοί τε καὶ ἀστρατήγητοι βιοτεύειν οὐχ οἷοί τε εἶναι· πολλὰ γοῦν σφίσι βουλευσαμένοις ἄμεινον τῷ παντὶ ἔδοξεν εἶναι τῶν τινα γένους τοῦ βασιλείου μεταπέμψασθαι ἐκ Θούλης τῆς νήσου. ὅ τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω.