Ancient Greek · ~7 min
6.15.21 to 6.15.29
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.15.21-29
Not analysed yet
οὐ γὰρ σιτίζονται Σκριθιφίνων παιδία γυναικῶν γάλακτι οὐδὲ μητέρων ἅπτονται τιτθοῦ, ἀλλὰ ζῴων τῶν ἁλισκομένων τοῖς μυελοῖς ἐκτρέφονται μόνοις. ἐπειδὰν οὖν γυνὴ τάχιστα τέκοι, δέρματι τὸ βρέφος ἐμβαλομένη κρεμᾷ μὲν εὐθὺς ἐπὶ δένδρου τινός, μυελὸν δέ οἱ ἐπὶ τοῦ στόματος ἐνθεμένη ξὺν τῷ ἀνδρὶ ἐπὶ τὴν εἰωθυῖαν στέλλεται θήραν. ἐπὶ κοινῇ γὰρ τά τε ἄλλα δρῶσι καὶ τὸ ἐπιτήδευμα μετίασι τοῦτο. τούτοις μὲν οὖν δὴ τοῖς βαρβάροις τὰ ἐς τὴν δίαιταν ταύτῃ πη ἔχει. Οἱ μέντοι ἄλλοι Θουλῖται ὡς εἰπεῖν ἅπαντες οὐδέν τι μέγα διαλλάσσουσι τῶν ἄλλων ἀνθρώπων, θεοὺς μέντοι καὶ δαίμονας πολλοὺς σέβουσιν, οὐρανίους τε καὶ ἀερίους, ἐγγείους τε καὶ θαλασσίους, καὶ ἄλλα ἄττα δαιμόνια ἐν ὕδασι πηγῶν τε καὶ ποταμῶν εἶναι λεγόμενα. θύουσι δὲ ἐνδελεχέστατα ἱερεῖα πάντα καὶ ἐναγίζουσι, τῶν δὲ ἱερείων σφίσι τὸ κάλλιστον ἄνθρωπός ἐστιν ὅνπερ δορυάλωτον ποιήσαιντο πρῶτον· τοῦτον γὰρ τῷ Ἄρει θύουσιν, ἐπεὶ θεὸν αὐτὸν νομίζουσι μέγιστον εἶναι. ἱερεύονται δὲ τὸν αἰχμάλωτον οὐ θύοντες μόνον, ἀλλὰ καὶ ἀπὸ ξύλου κρεμῶντες, καὶ ἐς τὰς ἀκάνθας ῥιπτοῦντες, ταῖς ἄλλαις τε κτείνοντες θανάτου ἰδέαις οἰκτίσταις. οὕτω μὲν Θουλῖται βιοῦσιν. ὦν ἔθνος ἓν πολυάνθρωπον οἱ Γαυτοί εἰσι, παρ’ οὓς δὴ Ἐρούλων τότε οἱ ἐπηλύται ἱδρύσαντο. Νῦν δὲ Ἔρουλοι οἳ δὴ παρὰ Ῥωμαίοις ᾤκηνται, φόνου σφίσι τοῦ βασιλέως ἐξειργασμένου, ἔπεμψαν τῶν λογίμων τινὰς ἐς Θούλην τὴν νῆσον, τοὺς διερευνησομένους τε καὶ κομιοῦντας, ἤν τινα ἐνταῦθα εὑρεῖν αἵματος τοῦ βασιλείου οἷοί τε ὦσιν. ἐπεί τε οἱ ἄνδρες οὗτοι ἐν τῇ νήσῳ ἐγένοντο, πολλοὺς μὲν ἐνταῦθα γένους τοῦ βασιλείου εὗρον, ἕνα μέντοι ἀπολέξαντες ὅσπερ αὐτοῖς μάλιστα ἤρεσκεν, ὀπίσω ἀναστρέφοντες ξὺν αὐτῷ ᾔεσαν. ὃς δὴ ἐπεὶ ἐν Δανοῖς ἐγένετο, τελευτᾷ νόσῳ. διὸ δὴ αὖθις οἱ ἄνδρες οὗτοι ἐν τῇ νήσῳ γενόμενοι ἕτερον ἐπηγάγοντο Δάτιον ὄνομα. ᾧ δὴ ὅ τε ἀδελφὸς Ἄορδος εἵπετο καὶ τῶν ἐν Θούλῃ Ἐρούλων νεανίαι διακόσιοι.