Ancient Greek · ~7 min
6.18.22 to 6.18.29
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.18.22-29
Not analysed yet
φημὶ τοίνυν ἔγωγε χρῆναι μοῖραν μὲν τοῦ στρατοῦ ἐς Λιγουρίαν τε καὶ Μεδιόλανον στέλλεσθαι, τοὺς δὲ λοιποὺς ἐν μὲν τῷ παραυτίκα ἐπί τε Αὔξιμον καὶ τοὺς ἐκείνῃ πολεμίους χωρεῖν, ὅσα ἂν ὁ θεὸς διδῷ πράξοντας· ἔπειτα δὲ καὶ τἄλλα τοῦ πολέμου ἔργα διαχειρίζειν ὅπη ἂν ἄριστά τε δοκῇ καὶ βέλτιστα εἶναι.” Βελισάριος μὲν τοσαῦτα εἶπε. Ναρσῆς δὲ ἀμείβεται ὧδε· “Τὰ μὲν ἄλλα, ὦ στρατηγέ, μὴ οὐχὶ ξὺν ἀληθείᾳ σοι πάντα εἰρῆσθαι οὐδεὶς ἂν ἀντείποι. πάντα δὲ τουτονὶ τὸν βασιλέως στρατὸν ἐς Μεδιόλανόν τε καὶ Αὔξιμον ἀποκεκρίσθαι μόνον ἀξύμφορον εἶναι παντελῶς οἶμαι. ἀλλὰ σὲ μὲν ἐπὶ ταῦτα Ῥωμαίων ἐξηγεῖσθαι οἷς ἂν αὐτὸς βούλοιο οὐδὲν ἀπεικός, ἡμεῖς δὲ βασιλεῖ τὴν Αἰμιλίων ἐπικτησόμεθα χώραν, ἣν μάλιστα Γότθους προσποιεῖσθαί φασι, καὶ Ῥάβενναν ξυνταράξομεν οὕτως ὥστε τοὺς καθ’ ὑμᾶς αὐτοὺς πολεμίους ὅ τι βούλεσθε διεργάσεσθε, πάσης ἀποκεκλεισμένους τῆς τῶν ἀμυνόντων ἐλπίδος. ἢν γὰρ ξὺν ὑμῖν ἐν Αὐξίμῳ προσεδρεύειν ἑλοίμεθα, δέδοικα μὴ τῶν ἐκ Ῥαβέννης ἐπιόντων βαρβάρων περιέσται ἡμῖν ἀμφιβόλοις τε γεγενῆσθαι πρὸς τῶν πολεμίων καὶ τῶν ἀναγκαίων ἀπολελειμμένοις αὐτοῦ διεφθάρθαι.” καὶ Ναρσῆς μὲν τοσαῦτα ἔλεξε. Βελισάριος δὲ δείσας μὴ ἐς πολλὰ Ῥωμαίων ἰόντων καταρρεῖν τε τὰ βασιλέως ξυμβαίη πράγματα καὶ τῇ ἐνθένδε ἀκοσμίᾳ ξυγχεῖσθαι, γράμματα βασιλέως Ἰουστινιανοῦ ἔδειξεν ἃ πρὸς τοὺς στρατοπέδου ἄρχοντας ἔγραψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ναρσῆν τὸν ἡμέτερον ταμίαν οὐκ ἐφ’ ᾧ ἄρξαι τοῦ στρατοπέδου ἐς Ἰταλίαν ἐπέμψαμεν· μόνον γὰρ Βελισάριον παντὶ τῷ στρατῷ ἐξηγεῖσθαι βουλόμεθα ὅπη ἂν αὐτῷ δοκῇ ὡς ἄριστα ἔχειν, αὐτῷ τε ὑμᾶς ἕπεσθαι ἅπαντας ἐπὶ τῷ συμφέροντι τῇ ἡμετέρᾳ πολιτείᾳ προσήκει.” τὰ μὲν οὖν βασιλέως γράμματα ὧδέ πη εἶχε. Ναρσῆς δὲ τῆς ἐπιστολῆς τοῦ ἀκροτελευτίου λαβόμενος ἀπ’ ἐναντίας Βελισάριον ἰσχυρίζετο ἐν τῷ παρόντι τοῦ τῆς πολιτείας ξυμφόρου βουλεύεσθαι· διὸ δὴ σφίσιν οὐκ ἀναγκαῖον εἶναι αὐτῷ ἕπεσθαι.