Ancient Greek · ~2 min
6.20.31 to 6.20.33
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.20.31-33
Not analysed yet
εἶτα ʽοὐ γὰρ ἠδύναντο, ἐπεὶ πᾶσα αὐτοὺς ἰσχὺς ἐπελελοίπεἰ ὑπέρ τε τῆς πόας καὶ τῆς χειρὸς πίπτοντες ἔθνησκον. καὶ γῇ μὲν αὐτοὺς ἔκρυπτεν οὐδεὶς οὐδαμῶς· οὐ γὰρ ἦν τις ὅτῳ καὶ ταφῆς λόγος γένοιτο· ὄρνις μέντοι αὐτῶν οὐδεὶς ἥπτετο, οἷοι πολλοὶ σιτίζεσθαι πεφύκασι νεκροῖς σώμασιν, ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο. σάρκας γὰρ ἁπάσας, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, προδεδαπανῆσθαι τῷ λιμῷ ἤδη τετύχηκε. τὰ μὲν δὴ ἀμφὶ τῷ λιμῷ ταύτῃ πη ἔσχε.