Ancient Greek · ~7 min
6.21.31 to 6.21.41
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.21.31-41
Not analysed yet
τοῖς μὲν γὰρ εἰς φῶς ἥκουσι μία τις ἅπασι προέρχεται τύχη, τοῖς καθήκουσι τεθνήξεσθαι χρόνοις· τρόπῳ δὲ τῆς τελευτῆς ἄνθρωποι ἀλλήλων ὡς τὰ πολλὰ διαλλάσσουσι. διαφέρει δέ, ὅτι ἄνανδροι μέν, ὡς τὸ εἰκός, ἅπαντες ὕβριν τε καὶ γέλωτα ὀφείλοντες τοῖς ἐχθροῖς πρότερον, εἶτα τοῖς ἄνωθεν διωρισμένοις καιροῖς οὐδὲν ἧσσον ἀναπιμπλᾶσι τὴν πεπρωμένην, γενναίοις δὲ ἀνδράσι ξύν τε τῇ ἀρετῇ καὶ δόξης ἀγαθῆς περιουσίᾳ τοῦτο ξυμβαίνει πάσχειν. ἄνευ δὲ τούτων εἰ μὲν ἀνθρώπους τούσδε ξυνδιασώζουσιν ἡμῖν δουλεύειν τοῖς βαρβάροις παρῆν, ἔφερεν ἂν τοῦτο γοῦν τινα τῆς αἰσχρᾶς ταύτης ἡμῖν σωτηρίας συγγνώμην. ἢν δέ γε Ῥωμαίους τοσούτους τὸ πλῆθος ἐπιδεῖν ἀνάγκη ταῖς τῶν πολεμίων διαφθειρομένους χερσίν, ὅτου τις ἂν εἴποι τοῦτο θανάτου πικρότερον ἔσται. οὐ γὰρ ἄλλο οὐδὲν ἢ τοῖς βαρβάροις ξυγκατεργάζεσθαι τὸ δεινὸν δόξαιμεν. ἕως οὖν ἔτι ἐσμὲν ἡμῶν αὐτῶν κύριοι ἀρετῇ τὴν ἀνάγκην κοσμήσασθαι, εὔδοξον τὴν προσπεσοῦσαν θώμεθα τύχην. φημὶ δὲ χρῆναι ὡς ἄριστα ἐξοπλισαμένους ἡμᾶς ἅπαντας ἐπὶ τοὺς πολεμίους οὐ προσδεχομένους χωρεῖν. δυοῖν γὰρ ἡμῖν περιέσται θάτερον· ἢ τὴν τύχην ἐφ’ ἡμῖν εἰργάσθαι τι κρεῖσσον ἐλπίδος ἢ τελευτῆς τετυχηκότας εὐδαίμονος εὐκλεῶς μάλιστα τῶν παρόντων ἀπηλλάχθαι κακῶν.” Μουνδίλας μὲν τοσαῦτα εἶπε, τῶν δὲ στρατιωτῶν ὑποστῆναι τὸν κίνδυνον οὐδεὶς ἤθελεν, ἀλλ’ ἐφ’ οἷς παρεκάλουν οἱ πολέμιοι σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ἐνέδοσαν. καὶ αὐτοὺς μὲν οἱ βάρβαροι οὐδὲν ἄχαρι ἐργασάμενοι ἐν φυλακῇ ξὺν Μουνδίλᾳ εἶχον, τὴν δὲ πόλιν ἐς ἔδαφος καθεῖλον, ἄνδρας μὲν κτείναντες ἡβηδὸν ἅπαντας οὐχ ἧσσον ἢ μυριάδας τριάκοντα, γυναῖκας δὲ ἐν ἀνδραπόδων ποιησάμενοι λόγῳ, αἷς δὴ Βουργουζίωνας δεδώρηνται χάριν αὐτοῖς τῆς ξυμμαχίας ἐκτίνοντες. Ῥεπάρατον δὲ εὑρόντες τὸν τῆς αὐλῆς ἔπαρχον, ἔκοψάν τε κατὰ βραχὺ καὶ αὐτοῦ τὰ κρέα τοῖς κυσὶν ἔρριψαν. Βηργεντῖνος δὲ ʽκαὶ γὰρ ἐντὸς ὢν Μεδιολάνου ἔτυχἐ διὰ τε Βενετίων καὶ τῶν ταύτῃ ἐθνῶν ξὺν τοῖς ἑπομένοις ἐς Δαλματίαν κομίζεται. καὶ παρὰ βασιλέα ἐνθένδε ἦλθε, πάθος ἀγγέλλων μέγα τοῦτο ὃ Ῥωμαίοις ξυνέπεσε γενέσθαι.