Ancient Greek · ~4 min
6.24.11 to 6.24.17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.24.11-17
Not analysed yet
Ἐπεὶ δὲ αὐτὰ Οὐίττιγις ἀπενεχθέντα εἶδεν, ἐν μὲν τῷ παραυτίκα τοὺς ἄνδρας πάσῃ τῇ Γότθων στρατιᾷ βοηθήσειν Αὐξίμῳ ὑποσχόμενος ἀπεπέμψατο, μετὰ δὲ πολλὰ λογισάμενος ἡσυχίαν ἦγε. τούς τε γὰρ ἀμφὶ τὸν Ἰωάννην ὑπώπτευε μὴ κατὰ νώτου σφίσιν ἐπισπόμενοι ἐν ἀμφιβόλῳ ποιήσωνται, καὶ πολλὴν οἰόμενος ξὺν Βελισαρίῳ μαχίμων ἀνδρῶν δύναμιν εἶναι ἐς ἀμήχανόν τι δέος ἐξέπιπτε. μάλιστα δὲ ἁπάντων ὁ λιμὸς αὐτὸν ξυνετάρασσεν, οὐκ ἔχοντα ὅθεν ἂν τὰ ἐπιτήδεια τῷ στρατοπέδῳ πορίζηται. οἱ μὲν γὰρ Ῥωμαῖοι ἅτε θαλασσοκρατοῦντες καὶ τὸ ἐν Ἀγκῶνι φρούριον ἔχοντες, τὰ ἀναγκαῖα πάντα ἔκ τε Σικελίας καὶ Καλαβρίας ἐνταῦθα κατατιθέμενοι ἐς καιρὸν ἐνθένδε εὐπετῶς ἔφερον. Γότθοις δὲ στρατεύουσιν ἐς Πικηνῶν τὴν χώραν πόρον οὐδένα τῶν ἐπιτηδείων ἐννοῶν ἔσεσθαι ἐς ἀμηχανίαν καθίστατο. Οὐιττίγιδος μὲν οὖν τὴν ὑπόσχεσιν λαθόντες τοὺς πολεμίους ἐς Αὔξιμον ἤνεγκαν οἱ πρώην ἐς αὐτὸν ἐνθένδε σταλέντες καὶ βαρβάρους τοὺς ἐνταῦθα κεναῖς ἐλπίσιν ἐπέρρωσαν. Βελισάριος δὲ ταῦτα πρὸς τῶν αὐτομόλων ἀκούσας ἔτι μᾶλλον ἐς τὸ ἀκριβὲς φυλακὴν ἐκέλευε ποιεῖσθαι, ὅπως μή τι συμβαίη καὶ αὖθις τοιοῦτο. ταῦτα μὲν ἐγίνετο τῇδε.