Ancient Greek · ~1 min
Book 6, Chapter 26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.26.26
Not analysed yet
ὁ δὲ Βουρκέντιος, ἐπεὶ ἔκπυστος ἤδη γεγονὼς ᾔσθετο, οὐδὲν τῶν πεπραγμένων ἀπέκρυψε. διὸ δὴ Βελισάριος μὲν τοῖς ἑταίροις αὐτὸν ὅ τι βούλοιντο παρέδωκε χρῆσθαι, οἱ δὲ αὐτὸν ζῶντα οὐκ ἐς μακρὰν ἔκαυσαν, θεωμένων τὰ ποιούμενα τῶν πολεμίων. Βουρκέντιος μὲν οὕτω τῆς φιλοχρηματίας ἀπέλαυσε.