Ancient Greek · ~6 min
6.28.11 to 6.28.18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.28.11-18
Not analysed yet
ὑμᾶς δὲ οὐ τῶν δουλωσομένων τῇ γνώμῃ ἕπεσθαι ἄξιον, ἀλλὰ τῶν ἐς κίνδυνον πολέμου εὐνοίᾳ τῇ ἐς Γότθους καθισταμένων. ἄλλως τε, ἢν μὲν τὰ ὅπλα ξὺν ἡμῖν ἕλησθε, οὐδεμία λελείψεται Ῥωμαίοις ἐλπὶς ἀμφοτέροις τοῖς στρατεύμασιν ἐς χεῖρας ἰέναι, ἀλλ’ αὐτόθεν πόνῳ οὐδενὶ ἀναδησόμεθα τὸ τοῦ πολέμου κράτος. ἢν δέ γε ξὺν Ῥωμαίοις τετάξονται Γότθοι, οὐδ’ ὣς τῷ Φράγγων ἔθνει ἀνθέξουσιν ʽοὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ὁ ἀγὼν ἔσταἰ, ἀλλὰ περιέσται ὑμῖν τὸ ξὺν τοῖς πάντων πολεμιωτάτοις ἡσσῆσθαι. ἐς προὖπτον δὲ κακὸν ἰέναι, παρὸν κινδύνου ἐκτὸς σώζεσθαι, πολλὴ ἄνοια. ὅλως δὲ ἄπιστον πᾶσι βαρβάροις τὸ Ῥωμαίων καθέστηκε γένος, ἐπεὶ καὶ φύσει πολέμιόν ἐστιν. ἡμεῖς μὲν οὖν ξυνάρξομέν τε βουλομένοις ὑμῖν Ἰταλίας ἁπάσης καὶ τὴν χώραν διοικησόμεθα ὅπη ἂν δοκῇ ὡς ἄριστα ἔχειν. σὲ δὲ καὶ Γότθους ἑλέσθαι εἰκὸς ὅ τι ἂν ὑμῖν ξυνοίσειν μέλλῃ.” Φράγγοι μὲν τοσαῦτα εἶπον. Παρελθόντες δὲ καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν ὧδε· “Ὡς μὲν οὐδὲν ἂν τῷ βασιλέως στρατῷ λυμανεῖται τὸ Γερμανῶν πλῆθος, ᾧπερ οὗτοι δεδίττεσθαι ὑμᾶς ἀξιοῦσι, τί ἄν τις ἐν ὑμῖν μακρολογοίη, οἷς γε διὰ μακρὰν ἐμπειρίαν ἅπασαν ἐξεπίστασθαι τὴν τοῦ πολέμου ῥοπὴν ξυμβαίνει, καὶ ὡς ἥκιστα ἀρετὴ ἀνθρώπων ὁμίλῳ φιλεῖ ἐλασσοῦσθαι; ἐῶμεν γὰρ λέγειν ὡς καὶ πάντων μάλιστα βασιλεῖ πάρεστι πλήθει στρατιωτῶν περιεῖναι τῶν πολεμίων. τὸ δὲ δὴ τούτων πιστόν, ᾧ χρῆσθαι αὐχοῦσιν ἐς πάντας βαρβάρους, μετά γε Θορίγγους καὶ τὸ Βουργουζιώνων ἔθνος, καὶ ἐς τοὺς ξυμμάχους ὑμᾶς παρὰ τῶν ἀνδρῶν ἐπιδέδεικται. ὡς ἡμεῖς γε ἡδέως ἂν Φράγγους ἐροίμεθα τίνα ποτὲ μέλλοντες ὀμεῖσθαι θεὸν τὸ τῆς πίστεως ὑμῖν ἐχυρὸν ἰσχυρίζονται δώσειν.