Ancient Greek · ~3 min
6.28.28 to 6.28.32
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.28.28-32
Not analysed yet
Ἐν δὲ Ἄλπεσιν αἳ Γάλλους τε καὶ Λιγούρους διορίζουσιν, ἅσπερ Ἄλπεις Κουτίας καλοῦσι Ῥωμαῖοι, φρούρια συχνὰ ξυμβαίνει εἶναι. οὗ δὴ Γότθοι ἐκ παλαιοῦ πολλοί τε καὶ ἄριστοι, ξύν τε γυναιξὶ καὶ παισὶ τοῖς αὐτῶν ᾠκημένοι, φυλακὴν εἶχον, οὕσπερ ἐπεί οἱ βούλεσθαι Βελισάριος προσχωρεῖν ἤκουσε, τῶν οἱ ἑπομένων τινά, Θωμᾶν ὄνομα, ξὺν ὀλίγοις τισὶ παρ’ αὐτοὺς ἔπεμψεν, ἐφ’ ᾧ τὰ πιστὰ δόντες παραστήσονται ὁμολογίᾳ τοὺς ταύτῃ βαρβάρους. καὶ αὐτοὺς ἐς τὰς Ἄλπεις ἀφικομένους Σίσιγις, ὃς τῶν ἐνταῦθα φυλακτηρίων ἦρχεν, ἑνὶ τῶν φρουρίων δεξάμενος, αὐτός τε προσεχώρησε καὶ τῶν ἄλλων ἑκάστους εἰς τοῦτο ἐνῆγεν. ἐν τούτῳ δὲ Οὐραΐας τετρακισχιλίους Λιγούρους τε κἀκ τῶν ἐν ταῖς Ἄλπεσι φρουρίων ἀπολεξάμενος, ἐπὶ Ῥάβενναν ὡς βοηθήσων κατὰ τάχος ᾔει. οἵπερ ἐπειδὴ τὰ Σισίγιδι πεπραγμένα ἐπύθοντο, ἀμφὶ τοῖς οἰκείοις δεδιότες,