Ancient Greek · ~7 min
6.30.1 to 6.30.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.30.1-9
Not analysed yet
Τινὲς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες βασκανίαν ἐς Βελισάριον ἔχοντες διέβαλλον αὐτὸν βασιλεῖ, τυραννίδα οὐδαμόθεν αὐτῷ προσήκουσαν ἐπενεγκόντες. βασιλεὺς δὲ οὐχ ὅσον ταῖς διαβολαῖς ταύταις ἀναπεισθείς, ἀλλ’ ὅτι οἱ ὁ Μηδικὸς πόλεμος ἐνέκειτο ἤδη, Βελισάριον μὲν ὡς τάχιστα μετεπέμψατο, ὅπως ἐπὶ Πέρσας στρατεύσειεν· ἐπιμελεῖσθαι δὲ Ἰταλίας Βέσσαν τε καὶ Ἰωάννην ξὺν τοῖς ἄλλοις ἐκέλευε, καὶ Κωνσταντιανῷ ἐς Ῥάβενναν ἐκ Δαλματίας ἐπέστελλεν ἰέναι. Γότθοι δὲ οἳ Πάδου τε ποταμοῦ καὶ Ῥαβέννης ἐκτὸς ἵδρυντο, ἀκούσαντες ὡς Βελισάριον βασιλεὺς μεταπέμποιτο, τὰ μὲν πρῶτα ἐν ἀλογίᾳ τὸ πρᾶγμα εἶχον, οὐκ ἄν ποτε οἰόμενοι Βελισάριον τῆς ἐς Ἰουστινιανὸν πίστεως περὶ ἐλάσσονος τὴν Ἰταλίας βασιλείαν ποιήσασθαι. ἐπεὶ δὲ αὐτοῦ πολλὴν τῆς ἀφόδου τὴν παρασκευὴν ἐπύθοντο εἶναι, ξυμφρονήσαντες, εἴ τι αὐτῶν καθαρὸν ἐνταῦθα ἔτι ἐλέλειπτο, ἐς Τικινὸν παρὰ Οὐραΐαν τὸν Οὐιττίγιδος ἀδελφιδοῦν ἦλθον, πολλά τε πρότερον ξὺν αὐτῷ κλαύσαντες ἔλεξαν τοιάδε· “Οὐκ ἄλλος οὐδεὶς τῷ Γότθων γένει αἰτιώτατος τῶν παρόντων κακῶν ἢ σὺ γέγονας. ἡμεῖς γὰρ τὸν θεῖον τὸν σόν, οὕτως ἀνάνδρως τε καὶ ἀτυχῶς ἐξηγούμενον, πάλαι ἂν τῆς ἀρχῆς παρελύσαμεν, ὥσπερ Θευδάτον τὸν Θευδερίχου ἀδελφιδοῦν, εἰ μή σου τὸ δοκοῦν δραστήριον αἰσχυνόμενοι Οὐιττίγιδι μὲν τὸ τῆς βασιλείας ὄνομα ξυγχωρεῖν ἔγνωμεν, ἔργῳ δὲ σοὶ μόνῳ παραδιδόναι τὴν Γότθων ἀρχήν. ἀλλὰ περιέστηκεν ἡ τότε δοκοῦσα ἡμῶν εὐγνωμοσύνη, νῦν ἄνοιά τε φαινομένη καὶ τῶνδε ἡμῖν τῶν ξυμφορῶν αἰτία. Γότθων γάρ, ὥσπερ οἶσθα, ὦ φίλε Οὐραΐα, τεθνάναι μὲν ἐν τῷ πολέμῳ πλείστους τε καὶ ἀρίστους ξυμβαίνει, τῶν δὲ περιόντων, εἴ τι μὲν ἄριστον ἀπολέλειπται, ξύν τε Οὐιττίγιδι καὶ χρήμασι πᾶσι Βελισάριος ἄγων οἰχήσεται. ταὐτὸ δὲ τοῦτο μὴ οὐχὶ καὶ ἡμᾶς ὀλίγῳ ὕστερον πείσεσθαι, ὀλίγους τε καὶ λίαν οἰκτροὺς καθεστῶτας, οὐδεὶς ἂν ἀντείποι. τοιούτων τοίνυν περιεστηκότων δεινῶν, τὸ ξὺν εὐκλείᾳ τεθνάναι μᾶλλον ξυνοίσει ἢ παῖδάς τε καὶ γυναῖκας πρὸς τῶν πολεμίων ἐς τῆς γῆς τὰς ἐσχατιὰς ἀγομένους ἰδεῖν.