Ancient Greek · ~7 min
6.4 to 6.14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.4-14
Not analysed yet
ἔνθα δὴ τῷ τε Γελίμερι καὶ τοῖς ἀμφ’ αὐτὸν ἀδελφιδοῖς τε καὶ ἀνεψιαδοῖς οὖσι καὶ ἄλλοις εὖ γεγονόσι ξυνέπεσε κακοπαθείᾳ χρῆσθαι ἥν, ὅπως ποτὲ εἴποι τις, οὐκ ἂν ὁμοίως τοῖς πράγμασι φράζοι. ἐθνῶν γὰρ ἁπάντων ὧν ἡμεῖς ἴσμεν ἁβρότατον μὲν τὸ τῶν Βανδίλων, ταλαιπωρότατον δὲ τὸ Μαυρουσίων τετύχηκεν εἶναι. οἱ μὲν γάρ, ἐξ ὅτου Λιβύην ἔσχον, βαλανείοις τε οἱ ξύμπαντες ἐπεχρῶντο ἐς ἡμέραν ἑκάστην καὶ τραπέζῃ ἅπασιν εὐθηνούσῃ ὅσα δὴ γῆ τε καὶ θάλασσα ἥδιστά τε καὶ ἄριστα φέρει. ἐχρυσοφόρουν δὲ ὡς ἐπὶ πλεῖστον, καὶ Μηδικὴν ἐσθῆτα, ἣν νῦν Σηρικὴν καλοῦσιν, ἀμπεχόμενοι, ἔν τε θεάτροις καὶ ἱπποδρομίοις καὶ τῇ ἄλλῃ εὐπαθείᾳ, καὶ πάντων μάλιστα κυνηγεσίοις τὰς διατριβὰς ἐποιοῦντο. καὶ σφίσιν ὀρχησταὶ καὶ μῖμοι ἀκούσματά τε συχνὰ καὶ θεάματα ἦν, ὅσα μουσικά τε καὶ ἄλλως ἀξιοθέατα ξυμβαίνει ἐν ἀνθρώποις εἶναι. καὶ ᾤκηντο μὲν αὐτῶν οἱ πολλοὶ ἐν παραδείσοις, ὑδάτων καὶ δένδρων εὖ ἔχουσι· ξυμπόσια δὲ ὅτι πλεῖστα ἐποίουν, καὶ ἔργα τὰ ἀφροδίσια πάντα αὐτοῖς ἐν μελέτῃ πολλῇ ἤσκητο. Μαυρούσιοι δὲ οἰκοῦσι μὲν ἐν πνιγηραῖς καλύβαις, χειμῶνί τε καὶ θέρους ὥρᾳ καὶ ἄλλῳ τῷ ξύμπαντι χρόνῳ, οὔτε χιόσιν οὔτε ἡλίου θέρμῃ ἐνθένδε οὔτε ἄλλῳ ὁτῳοῦν ἀναγκαίῳ κακῷ ἐξιστάμενοι. καθεύδουσι δὲ ἐπὶ τῆς γῆς κώδιον οἱ εὐδαίμονες αὑτοῖς, ἂν οὕτω τύχοι, ὑποστρωννύντες. ἱμάτια δὲ σφίσιν οὐ ξυμμεταβάλλειν ταῖς ὥραις νόμος, ἀλλὰ τριβώνιόν τε ἁδρὸν καὶ χιτῶνα τραχὺν ἐς καιρὸν ἅπαντα ἐνδιδύσκονται. ἔχουσι δὲ οὔτε ἄρτον οὔτε οἶνον οὔτε ἄλλο οὐδὲν ἀγαθόν, ἀλλὰ τὸν σῖτον, ἢ τὰς ὀλύρας τε καὶ κριθάς, οὔτε ἕψοντες οὔτε ἐς ἄλευρα ἢ ἄλφιτα ἀλοῦντες οὐδὲν ἀλλοιότερον ἢ τὰ ἄλλα ζῷα ἐσθίουσι. τοιούτοις δὴ οὖσι τοῖς Μαυρουσίοις οἱ ἀμφὶ τὸν Γελίμερα συχνὸν ξυνοικήσαντες χρόνον τήν τε ξυνειθισμένην αὐτοῖς δίαιταν ἐς τοῦτο ταλαιπωρίας μεταβαλόντες, ἐπειδὴ καὶ αὐτὰ σφᾶς τὰ ἀναγκαῖα ἤδη ἐπιλελοίπει, οὐκέτι ἀντεῖχον, ἀλλὰ καὶ τὸ τεθνάναι αὐτοῖς ἥδιστον καὶ τὸ δουλεύειν ἥκιστα αἰσχρὸν ἐνομίζετο.