Ancient Greek · ~2 min
6.4.3 to 6.4.4
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.4.3-4
Not analysed yet
καὶ ὁ μὲν ξὺν τῷ Μουνδίλᾳ τῷ δορυφόρῳ καὶ ὀλίγοις ἱππεῦσι διὰ πύλης ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι, νύκτωρ διῆλθε, λαθὼν τὸ τῶν πολεμίων στρατόπεδον ὅπερ ἄγχιστα ὁδοῦ τῆς Ἀππίας ἐφύλασσεν. ἐπειδή τε ἐς Ῥώμην οἱ ἀμφὶ Μουνδίλαν ἐπανήκοντες ἀφῖχθαι ἤδη Προκόπιον ἐς Καμπανίαν οὐδενὶ ἐντυχόντα τῶν βαρβάρων ἀπήγγελλον, νύκτωρ γὰρ οὔποτε τοὺς πολεμίους ἔξω τοῦ στρατοπέδου πορεύεσθαι, εὐέλπιδες μὲν γεγένηνται πάντες, Βελισάριος δὲ θαρσήσας ἤδη ἐπενόει τάδε.