Ancient Greek · ~8 min
6.5.4 to 6.5.14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.5.4-14
Not analysed yet
καὶ αὐτοὶ μὲν τοὺς ἀμφὶ Μαρτῖνόν τε καὶ Τραϊανὸν ᾤοντο ἐς τὰ ἐπὶ Ταρακίνης χωρία εὑρήσειν καὶ ξὺν αὐτοῖς ἐνθένδε ἰέναι· γεγονότες δὲ ἄγχιστα ἔμαθον ὡς ὀλίγῳ πρότερον ἐς Ῥώμην μετάπεμπτοι ἀνεχώρησαν. Βελισάριος δὲ τοὺς ἀμφὶ τὸν Ἰωάννην προσιέναι μαθὼν καὶ δείσας μὴ σφᾶς οἱ πολέμιοι πλήθει πολλῷ ἀπαντήσαντες διαφθείρωσιν ἐποίει τάδε. πύλην τὴν Φλαμινίαν, οὗ δὴ αὐτῆς ἄγχιστα ἐνστρατοπεδεύσασθαι τοὺς πολεμίους τετύχηκε, λίθων οἰκοδομίαις αὐτὸς κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἀπέφραξεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ὅπως δὴ μὴ ἐνθένδε οἱ πολέμιοι εὐπετῶς ἔχωσιν ἢ βιάζεσθαι ἤ τινα ἐπιβουλὴν ἐς τὴν πόλιν ποιεῖσθαι. καὶ ἀπ’ αὐτοῦ ξυμβολὴν οὐδεμίαν ἐν ταύτῃ γεγονέναι ξυμβέβηκεν, οὐδ’ ἄν τι οἱ βάρβαροι ἔσεσθαι σφίσι πολέμιον ἐνθένδε ὑπώπτευον. ταύτης τῆς πύλης νύκτωρ τὴν οἰκοδομίαν περιελών, οὐδενὶ τῶν πάντων προειρημένον, τὸ πλεῖστον τοῦ στρατοῦ ἐνταῦθα ἡτοίμαζεν. ἅμα τε ἡμέρα διὰ πύλης Πιγκιανῆς Τραϊανόν τε καὶ Διογένην ξὺν ἱππεῦσι χιλίοις ἔπεμψεν, οὓς δὴ ἔν τε τοῖς χαρακώμασι βάλλειν ἐκέλευσε καί, ἐπειδὰν οἱ ἐναντίοι ἐπ’ αὐτοὺς ἴωσι, φεύγειν τε ἥκιστα αἰδουμένους καὶ μέχρι ἐς τὸν περίβολον ἀπελαύνειν δρόμῳ. τινὰς δὲ καὶ ταύτης ἐντὸς τῆς πυλίδος ἔστησεν. οἱ μὲν οὖν ἀμφὶ Τραϊανόν, καθάπερ σφίσιν ἐπέστελλε Βελισάριος, τοὺς βαρβάρους ἠρέθιζον, καὶ αὐτοὺς οἱ Γότθοι ἐκ πάντων ἀγειρόμενοι τῶν χαρακωμάτων ἠμύνοντο. ἀμφότεροί τε ὡς τάχιστα ἐπὶ τὸν τῆς πόλεως περίβολον ᾔεσαν, οἱ μὲν ὅτι φεύγουσι δόξαν παρέχοντες, οἱ δὲ διώκειν τοὺς πολεμίους οἰόμενοι. Βελισάριος δέ, ἐπειδὴ τάχιστα τοὺς ἐναντίους ἐς τὴν δίωξιν καθισταμένους εἶδε, πύλην τε τὴν Φλαμινίαν ἀνοίγνυσι καὶ τὸ στράτευμα ἐπὶ τοὺς βαρβάρους οὐ προσδεχομένους ἀφίησιν. ἓν δὲ τῶν Γότθων στρατόπεδον παρὰ τὴν ταύτῃ ὁδὸν ἐτύγχανεν ὄν, καί τις αὐτοῦ ἔμπροσθεν ἦν στενοχωρία κρημνώδης τε καὶ δεινῶς ἄβατος. ἐνταῦθα τῶν τις βαρβάρων τεθωρακισμένος τε καὶ σώματος ἐς ἄγαν εὖ ἥκων, ἐπειδὴ εἶδε προϊόντας τοὺς πολεμίους, προτερήσας εἱστήκει καὶ τοὺς ἑταίρους ἐκάλει τε καὶ τὴν στενοχωρίαν ξυμφυλάσσειν ἠξίου.