Ancient Greek · ~2 min
Book 6, Chapter 8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.8.2
Not analysed yet
Πρεσίδιος ἦν τις, ἀνὴρ Ῥωμαῖος, ᾠκημένος μὲν ἐπὶ Ῥαβέννης, ὢν δὲ οὐκ ἀφανής. οὗτος ὁ Πρεσίδιος, ὅτι δὴ Γότθοις προσκεκρουκώς, ἡνίκα Οὐίττιγις ἐπὶ Ῥώμην στρατεύειν ἔμελλε, ξὺν ὀλίγοις τισὶ τῶν οἰκετῶν ἐπὶ κυνηγέσιον δῆθεν τῷ λόγῳ στελλόμενος φεύγει, οὔτε τῳ τὴν βουλὴν κοινωσάμενος οὔτε τι τῶν χρημάτων ξὺν αὑτῷ ἔχων, πλήν γε δὴ ὅτι ξιφίδια δύο αὐτὸς ἔφερεν, ὧν τὼ κουλεὼ χρυσῷ τε πολλῷ καὶ λίθοις ἐντίμοις κεκαλλωπισμένω ἐτυχέτην. καὶ επειδὴ ἐν Σπολιτίῳ ἐγένετο, ἐς νεών τινα ἔξω τοῦ περιβόλου κατέλυσεν.