Ancient Greek · ~7 min
7.18 to 7.27
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 7.18-27
Not analysed yet
καί τινες ἑταῖραι ἀνελκύσασαι κόσμῳ οὐδενὶ τὴν ἐσθῆτα Καβάδῃ ἄγχιστά που ἑστηκότι ἐδείκνυον ὅσα τῶν γυναικῶν γυμνᾶ φανῆναι ἀνδράσιν οὐ θέμις. ὅπερ κατιδόντες οἱ μάγοι τῷ τε βασιλεῖ ἐς ὄψιν ἦλθον καὶ τὴν ἀναχώρησιν ἐκώλυον, ξυμβαλεῖν ἰσχυριζόμενοι τῷ γεγονότι ὡς ἅπαντα Καβάδῃ Ἀμιδηνοὶ τά τε ἀπόρρητα καὶ κρυπτόμενα οὐκ ἐς μακρὰν δείξουσιν. οὕτω μὲν τὸ Περσῶν στρατόπεδον αὐτοῦ ἔμεινεν. Ἡμέραις δὲ τῶν τις Περσῶν οὐ πολλαῖς ὕστερον ἄγχιστα τῶν πύργων τινὸς ἐκβολὴν ὑπονόμου παλαιοῦ εἶδεν οὐ ξὺν τῷ ἀσφαλεῖ κεκαλυμμένην, ἀλλὰ χάλιξι σμικραῖς τε καὶ οὐ λίαν συχναῖς. νύκτωρ τε μόνος ἐνταῦθα ἥκων καὶ τῆς εἰσόδου ἀποπειρασάμενος ἐντὸς τοῦ περιβόλου ἐγένετο. ἅμα δὲ ἡμέρᾳ τὸν πάντα λόγον Καβάδῃ ἀπήγγειλε. καὶ ὃς τῇ ἐπιγινομένῃ νυκτὶ κλίμακας ἐν παρασκευῇ ποιησάμενος ξὺν ὀλίγοις τισὶν ἐνταῦθα ἦλθε. καί τις αὐτῷ δεξιὰ ξυνηνέχθη τύχη τρόπῳ τοιῷδε. τὸν πύργον, ὃς δὴ τοῦ ὑπονόμου ἀγχοτάτω ἐτύγχανεν ὤν, φυλάσσειν τῶν Χριστιανῶν οἱ σωφρονέστατοι ἔλαχον, οὕσπερ καλεῖν μοναχοὺς νενομίκασι. τούτους ἑορτήν τινα τῷ θεῷ ἄγειν ἐνιαύσιον ἐκείνῃ τῇ ἡμέρᾳ τετύχηκεν. ἐπεί τε ἡ νὺξ ἐπεγένετο, ἅπαντες, ἅτε κόπῳ μὲν πολλῷ διὰ τὴν πανήγυριν ὁμιλήσαντες, μᾶλλον δὲ τοῦ εἰθισμένου σιτίων τε καὶ ποτοῦ ἐς κόρον ἐλθόντες, ὕπνον τινὰ ἡδύν τε καὶ πρᾷον ἐκάθευδον καὶ ἀπ’ αὐτοῦ ὡς ἥκιστα τῶν ποιουμένων ᾐσθάνοντο. Πέρσαι γοῦν διὰ τοῦ ὑπονόμου ἐντὸς τοῦ περιβόλου κατ’ ὀλίγους γενόμενοι ἐς τὸν πύργον ἀνέβαινον, καὶ τοὺς μοναχοὺς καθεύδοντας ἔτι εὑρόντες, ἔκτειναν ἅπαντας. ὅπερ ἐπεὶ Καβάδης ἔγνω, τὰς κλίμακας τῷ τείχει τούτου δὴ ἄγχιστα τοῦ πύργου προσῆγεν. ἡμέρα δὲ ἦν ἤδη. καὶ τῶν Ἀμιδηνῶν οἳ ἐν πύργῳ τῷ ἐχομένῳ ἐφύλασσον, αἰσθόμενοι τοῦ κακοῦ, κατὰ τάχος ἐβοήθουν ἐνταῦθα. ὠθισμῷ τε πολλῷ ἐπὶ πλεῖστον ἀμφότεροι ἐς ἀλλήλους ἐχρῶντο, καὶ τὸ πλέον ἤδη Ἀμιδηνοὶ ἔχοντες τῶν τε ἀναβεβηκότων πολλοὺς ἔκτεινον καὶ τοὺς ἀπὸ τῶν κλιμάκων ἀνέστελλον, καὶ τοῦ ἀπεῶσθαι τὸν κίνδυνον οὐ μακράν που ἐγένοντο.