Ancient Greek · ~4 min
7.21 to 7.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 7.21-25
Not analysed yet
ὡς δὲ πλησίον που ἀλλήλοις ἐστρατοπεδεύσαντο, παραδίδωσιν Ἁρμάτος Ζήνωνι τὸ αὑτοῦ στράτευμα, ἐφ’ ᾧ Βασιλίσκον τὸν αὐτοῦ υἱόν, κομιδῆ ὄντα παῖδα νέον, Καίσαρά τε καταστήσεσθαι καὶ τελευτῶντι διάδοχον τῆς βασιλείας ἀπολιπεῖν. Βασιλίσκος δὲ πάντων ἔρημος γεγονὼς ἐς τὸ ἱερὸν καταφεύγει οὗπερ καὶ πρότερον. καὶ αὐτὸν Ἀκάκιος, ὁ τῆς πόλεως ἱερεύς, Ζήνωνι ἐνεχείρισεν, ἀσέβειάν τε αὐτῷ ἐπενεγκὼν καὶ ὡς πολλὰ τοῦ Χριστιανῶν δόγματος ξυνετάραξέ τε καὶ ἐνεόχμωσεν, ἐς τὴν Εὐτυχοῦς αἵρεσιν ἀποκλίνας. καὶ ἦν δὲ οὕτως. Ζήνων δὲ αὖθις τὴν βασιλείαν παραλαβὼν καὶ τὴν ἐς Ἁρμάτον πίστιν ἀφοσιούμενος Βασιλίσκον τὸν αὐτοῦ παῖδα Καίσαρα καταστησάμενος, οὐ πολλῷ ὕστερον αὐτόν τε ἀφείλετο τὴν τιμὴν καὶ Ἁρμάτον ἔκτεινε. Βασιλίσκον δὲ ὁμοῦ τοῖς τε παισὶ καὶ τῇ γυναικὶ πέμψας ἐς Καππαδοκίαν χειμῶνος ὥρᾳ σιτίων τε καὶ ἱματίων καὶ τῆς ἄλλης ἐπιμελείας ἐρήμους ἐκέλευσεν εἶναι. ἔνθα δὴ ψύχει τε καὶ λιμῷ πιεζόμενοι ἔς τε ἀλλήλους καταφεύγουσι καὶ τὰ φίλτατα περιβαλόντες σώματα διεφθάρησαν. αὕτη τε Βασιλίσκον τῶν πεπολιτευμένων κατέλαβε τίσις. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.