Ancient Greek · ~3 min
8.1 to 8.4
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.1-3-4
Not analysed yet
Ὁνώριχος δέ, ὁ τῶν ἐκείνου παίδων πρεσβύτατος, διεδέξατο τὴν ἀρχήν, Γένζωνος ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος. ἐπὶ τούτου Ὁνωρίχου Βανδίλων ἄρχοντος πόλεμος αὐτοῖς πρὸς οὐδένα ἀνθρώπων, ὅτι μὴ ἐς Μαυρουσίους, ἐγένετο. δέει γὰρ τῷ ἐκ Γιζερίχου ἡσυχάζοντες πρὸ τοῦ οἱ Μαυρούσιοι, ἐπειδὴ τάχιστα ἐκποδὼν αὐτοῖς ἐκεῖνος ἐγεγόνει, ἔδρασάν τε πολλὰ τοὺς Βανδίλους κακὰ καὶ αὐτοὶ ἔπαθον. γέγονε δὲ Ὁνώριχος ἐς τοὺς ἐν Λιβύῃ Χριστιανοὺς ὠμότατός τε καὶ ἀδικώτατος ἀνθρώπων ἁπάντων. βιαζόμενος γὰρ αὐτοὺς ἐς τὴν Ἀρειανῶν μετατίθεσθαι δόξαν, ὅσους ἂν λάβοι οὐχ ἑτοίμως αὐτῷ εἴκοντας, ἔκαιέ τε καὶ ἄλλαις θανάτου ἰδέαις διέφθειρε, πολλῶν δὲ καὶ τὰς γλώσσας ἀπέτεμεν ἀπ’ αὐτῆς φάρυγγος, οἳ ἔτι καὶ ἐς ἐμὲ περιόντες ἐν Βυζαντίῳ ἐχρῶντο ἀκραιφνεῖ τῇ φωνῇ, οὐδ’ ὁπωστιοῦν ταύτης δὴ τῆς τιμωρίας ἐπαισθανόμενοι· ὧν δὴ δύο, ἐπειδὴ γυναιξὶν ἑταίραις πλησιάζειν ἔγνωσαν,