Ancient Greek · ~7 min
8.1 to 8.11
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.1-4-11
Not analysed yet
Ὁ μὲν οὖν Βανδιλικὸς πόλεμος ἐτελεύτα ὧδε. ὁ δὲ φθόνος, οἷα ἐν μεγάλῃ εὐδαιμονίᾳ φιλεῖ γίγνεσθαι, ᾤδαινεν ἤδη ἐς Βελισάριον, καίπερ αὐτῷ οὐδεμίαν παρέχοντα σκῆψιν. τῶν γὰρ ἀρχόντων τινὲς διέβαλον αὐτὸν ἐς βασιλέα, τυραννίδα αὐτῷ οὐδαμόθεν προσήκουσαν ἐπικαλοῦντες. βασιλεὺς δὲ ταῦτα μὲν ἐς τὸ πᾶν οὐκ ἐξήνεγκεν, ἢ τὴν διαβολὴν ἐν ὀλιγωρίᾳ ποιησάμενος, ἢ καὶ βέλτιον αὐτῷ ἐνομίσθη. Σολόμωνα δὲ πέμψας αἵρεσιν Βελισαρίῳ παρέσχετο ἑλέσθαι ὁποτέραν ἂν αὐτῷ βουλομένῳ εἴη, πότερα ξὺν Γελίμερί τε καὶ Βανδίλοις ἐς Βυζάντιον ἥκειν, ἢ αὐτοῦ μένοντι ἐκείνους στεῖλαι. ὁ δὲ ʽοὐ γὰρ ἔλαθον αὐτὸν οἱ ἄρχοντες τὴν τυραννίδα ἐπενεγκόντεσ̓ ἐς Βυζάντιον ἀφικέσθαι ἠπείγετο, ὅπως δὴ τήν τε αἰτίαν ἐκλύσηται καὶ τοὺς διαβαλόντας μετελθεῖν δύνηται. ὅτῳ δὲ τρόπῳ τὴν τῶν κατηγόρων πεῖραν ἔμαθεν, ἐρῶν ἔρχομαι. ὅτε δὴ τὴν διαβολὴν τήνδε ποιεῖσθαι οἱ διαβαλόντες ἤθελον, δείσαντες μὴ σφίσιν ὁ τὴν ἐπιστολὴν μέλλων κομιεῖν βασιλεῖ ἐν θαλάσσῃ ἀφανισθεὶς τὰ πρασσόμενα διακωλύσῃ, ἐν δύο γραμματείοις τὴν τυραννίδα γράψαντες, ἀγγέλους δύο ὡς βασιλέα ἐν ναυσὶ δύο στέλλειν διενοοῦντο. τούτοιν ἅτερος μὲν λαθὼν. ἔπλευσεν, ὁ δὲ ἕτερος ἐξ ὑποψίας δή τινος ἐν Μανδρακίῳ ἥλω, καὶ τὰ γράμματα τοῖς λαβοῦσιν αὐτὸν ἐγχειρίσας ἔκπυστα ἐποίει τὰ πρασσόμενα. ταύτῃ τε μαθὼν Βελισάριος ἐς ὄψιν ἐλθεῖν τὴν βασιλέως, ὥσπερ ἐρρήθη, ἠπείγετο. ταῦτα μὲν δὴ ἐν Καρχηδόνι ἐφέρετο τῇδε. Μαυρούσιοι δὲ ὅσοι ἔν τε Βυζακίῳ καὶ Νουμιδίᾳ ᾤκηντο, ἐς ἀπόστασίν τε ἐξ αἰτίας οὐδεμιᾶς εἶδον καὶ τὰς σπονδὰς διαλύσαντες χεῖρας ἀνταίρειν ἐξαπιναίως Ῥωμαίοις ἔγνωσαν. καὶ τοῦτο οὐκ ἀπὸ τρόπου τοῦ οἰκείου σφίσιν ἐπράσσετο. ἔστι γὰρ ἐν Μαυρουσίοις οὔτε θεοῦ φόβος οὔτε ἀνθρώπων αἰδώς. μέλει γὰρ αὐτοῖς οὔτε ὅρκων οὔτε ὁμήρων, ἢν καὶ παῖδες ἢ ἀδελφοὶ τῶν ἐν σφίσιν ἡγουμένων τύχωσιν ὄντες. οὐδὲ ἄλλῳ οὐδενὶ εἰρήνη ἐν Μαυρουσίοις, ὅτι μὴ τῶν πολεμίων τῶν κατ’ αὐτῶν δέει κρατύνεται. ὅτῳ δὲ αὐτοῖς αἵ τε πρὸς Βελισάριον σπονδαὶ ἐγένοντο καὶ ὅτῳ διελύθησαν τρόπῳ, ἐγὼ δηλώσω.