Ancient Greek · ~5 min
8.1.8 to 8.1.13
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.1.8-13
Not analysed yet
ὧν γέ τινες Τραπεζουντίων ὁμόρους ἢ Σάνους ἔφασαν, οἳ τανῦν Τζάνοι ἐπικαλοῦνται, ἢ Κόλχους εἶναι, Λαζοὺς ἑτέρους καλέσαντες οἲ καὶ νῦν ἐπὶ τούτου προσαγορεύονται τοῦ ὀνόματος. καίτοι ἔστι τούτων οὐδέτερον. Τζάνοι μὲν γὰρ τῆς παραλίας ὡς ἀπωτάτω ὄντες προσοικοῦσι τοὺς Ἀρμενίους ἐν τῇ μεσογείᾳ καὶ ὄρη πολλὰ μεταξὺ ἀποκρέμαται, λίαν τε ἄβατα καὶ ὅλως κρημνώδη, χώρα τε πολλὴ ἔρημος ἀνθρώπων ἐς ἀεὶ οὖσα καὶ χαράδραι ἀνέκβατοι καὶ λόφοι ὑλώδεις καὶ σήραγγες ἀδιέξοδοι, οἶς δὴ ἅπασι μὴ ἐπιθαλάσσιοι εἶναι διείργονται Τζάνοι. Κόλχους δὲ οὐχ οἷόν τέ ἐστι μὴ τοὺς Λαζοὺς εἶναι, ἐπεὶ παρὰ Φᾶσιν ποταμὸν ᾤκηνται· τὸ δὲ ὄνομα μόνον οἱ Κόλχοι, ὥσπερ ἀνθρώπων ἔθνη καὶ πολλὰ ἕτερα, τανῦν ἐς τὸ Λαζῶν μεταβέβληνται. χωρὶς δὲ τούτων καὶ μέγας αἰὼν μετὰ τοὺς ἐκεῖνα ἀναγραψαμένους ἐπιγενόμενος ἀεί τε συννεωτερίζων τοῖς πράγμασι τὰ πολλὰ τῶν καθεστώτων τὰ πρότερα νεοχμῶσαι ἴσχυσεν, ἐθνῶν τε μεταστάσεσι καὶ ἀρχόντων καὶ ὀνομάτων διαδοχαῖς. ἅπερ μοι διαμετρήσασθαι ἀναγκαιότατον ἔδοξεν εἶναι, οὐ τὰ μυθώδη περὶ αὐτῶν ἀπαγγέλλοντι ἢ ἄλλως ἀρχαῖα, οὐδὲ ὅπη ποτὲ Πόντου τοῦ Εὐξείνου δεθῆναι τὸν Προμηθέα ποιηταὶ λέγουσι· μύθου γὰρ ἱστορίαν παρὰ πολὺ κεχωρίσθαι οἶμαι· ἀλλ’ ἐς τὸ ἀκριβὲς διεξιόντι τά τε ὀνόματα καὶ τὰ πράγματα, ὅσα δὴ τανῦν ἐπιχωριάζει τῶν τόπων ἐκείνων ἑκάστῳ.