Ancient Greek · ~7 min
8.13 to 8.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.13-21
Not analysed yet
οἱ δὲ ἀμφὶ Πατρίκιον καὶ Ὑπάτιον Ἐφθαλίταις ἐντυχόντες ὀκτακοσίοις οἳ τοῦ Περσῶν στρατοῦ ἔμπροσθεν ᾔεσαν, σχεδόν τι ἅπαντας ἔκτειναν. οὐδὲν δὲ ἀμφὶ τῷ Καβάδῃ καὶ τῇ Περσῶν στρατιᾷ πεπυσμένοι, ἅτε νενικηκότες, ἀδεέστερον τῇ διαίτῃ ἐχρῶντο. τὰ γοῦν ὅπλα καταθέμενοι ἄριστον σφίσιν ἡτοίμαζον. ἤδη γὰρ τῆς ἡμέρας ὁ καιρὸς ἐνταῦθα ἦγε. ῥύαξ δέ τις ἔρρει ἐν τούτῳ τῷ χώρῳ, ἵνα Ῥωμαῖοι τὰ κρέα καθαίρειν ἤρξαντο οἷς δὴ σιτίζεσθαι ἔμελλον. τινὲς δὲ ἀχθόμενοι τῷ πνίγει καὶ λοῦσθαι ἠξίουν, ταύτῃ τε ταραχθὲν τὸ τοῦ ῥύακος ὕδωρ πρόσω ἐχώρει. Καβάδης δὲ τὰ ἐς τοὺς Ἐφθαλίτας ξυμπεσόντα μαθὼν ἐπὶ τοὺς πολεμίους κατὰ τάχος ᾔει· κατιδών τε συγκεχυμένον τὸ τοῦ ῥύακος ὕδωρ καὶ ξυμβαλὼν τὸ ποιούμενον ἔγνω ἀπαρασκεύους τοὺς ἐναντίους εἶναι, καὶ κατὰ κράτος ἤδη ἐπ’ αὐτοὺς ἐλαύνειν ἐκέλευεν. αὐτίκα τε αὐτοῖς ἑστιωμένοις τε καὶ ἀνόπλοις οὖσιν ἐπέστησαν. Ῥωμαῖοι δὲ οὐκ ἐνεγκόντες τὴν ἔφοδον ἐς ἀλκὴν μὲν τὸ παράπαν οὐκ ἔβλεπον, ἔφευγον δὲ ὡς ἕκαστός πη ἐδύνατο, καὶ αὐτῶν οἱ μὲν καταλαμβανόμενοι ἔθνησκον, οἱ δὲ ἀνιόντες εἰς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει ἐρρίπτουν αὑτοὺς κατὰ τὸ κρημνῶδες ξὺν φόβῳ καὶ θορύβῳ πολλῷ. ὅθεν δὴ οὐδένα σεσῶσθαί φασι, Πατρίκιος δὲ καὶ Ὑπάτιος κατ’ ἀρχὰς τῆς ἐφόδου διαφυγεῖν ἴσχυσαν. ἔπειτα δὲ Καβάδης, Οὔννων πολεμίων ἐς γῆς τὴν αὐτοῦ ἐσβεβληκότων, παντὶ τῷ στρατῷ ἐπ’ οἴκου ἀνεχώρησε, πόλεμόν τε μακρὸν πρὸς τὸ ἔθνος τοῦτο ἐς τῆς χώρας τὰ πρὸς ἄρκτον διέφερεν. ἐν τούτῳ δὲ καὶ τὸ ἄλλο στράτευμα Ῥωμαίων ἦλθε, λόγου μέντοι ἄξιον οὐδὲν ἔδρασαν, ὅτι δὴ αὐτοκράτωρ τοῦ πολέμου κατέστη οὐδείς, ἀλλ’ ἴσοι πρὸς ἀλλήλους οἱ στρατηγοὶ ὄντες ἀντεστάτουν τε ἀλλήλων ταῖς γνώμαις καὶ γίνεσθαι ἐν τῷ αὐτῷ οὐδαμῆ ἤθελον. Κέλερ δὲ ξὺν τοῖς ἑπομένοις Νύμφιον ποταμὸν διαβὰς ἐσβολήν τινα ἐς τὴν Ἀρζανηνὴν ἐποιήσατο.