Ancient Greek · ~7 min
8.16 to 8.23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.16-2-23
Not analysed yet
πρῶτα μὲν τοῖς ὑπηκόοις ἐπήγγελλεν ἀδικίας τε πάσης καὶ βρώσεως ἐς τρυφὴν ἀγούσης καὶ πάντων μάλιστα γυναικῶν ξυνουσίας ἀπέχεσθαι· χαρακώματά τε δύο πηξάμενος ἐν θατέρῳ μὲν αὐτὸς ξὺν πᾶσιν ἐστρατοπεδεύσατο τοῖς ἀνδράσιν, ἐν δὲ δὴ τῷ ἑτέρῳ τὰς γυναῖκας καθεῖρξε, θάνατόν τε τὴν ζημίαν ἠπείλησεν ἔσεσθαι, ἤν τις ἐπὶ τὸ τῶν γυναικῶν χαράκωμα ἴοι. μετὰ δὲ πέμψας ἐς Καρχηδόνα κατασκόπους ἐπέταττε τάδε· ἐπειδὰν οἱ Βανδίλοι ἐπὶ τὴν στρατείαν βαδίζοντες ἔς τινα νεὼν ὑβρίσωσιν ὃν οἱ Χριστιανοὶ σέβονται, αὐτοὺς μὲν ἐφορᾶν τὰ γινόμενα· ἢν δὲ οἱ Βανδίλοι τὸ χωρίον ἀμείψωσιν, ἅπαντα ποιεῖν τἀναντία ἐς τὸ ἱερὸν ὧν ἐκεῖνοι δράσαντες οἴχονται. ἐπειπεῖν δὲ αὐτὸν καὶ τοῦτό φασιν, ὡς ἀγνοοίη μὲν τὸν θεὸν ὃν Χριστιανοὶ σέβονται, εἰκὸς δὲ αὐτόν, εἴπερ ἰσχυρός ἐστιν, ὡς λέγεται, τίσασθαι μὲν τοὺς ὑβρίζοντας, ἀμῦναι δὲ τοῖς θεραπεύουσιν. οἱ μὲν οὖν κατάσκοποι ἐς Καρχηδόνα ἐλθόντες ἡσύχαζον, τὴν παρασκευὴν τῶν Βανδίλων θεώμενοι· ἐπεὶ δὲ τὸ στράτευμα τὴν ἐπὶ Τρίπολιν ᾔεσαν, σχήματα περιβεβλημένοι ταπεινὰ εἵποντο. οἱ δὲ Βανδίλοι ὡς ἡμέρᾳ τῇ πρώτῃ ηὐλίσαντο, ἐς τῶν Χριστιανῶν τοὺς νεὼς τούς τε ἵππους τά τε ἄλλα ζῷα ἐσαγαγόντες, ὕβρεώς τε οὐδεμιᾶς ἀπελείποντο καὶ αὐτοὶ ἀκολασίᾳ τῇ σφετέρᾳ ἐχρήσαντο, τούς τε ἱερέας, οὓς ἂν λάβοιεν, ἐρράπιζόν τε καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰς ὑπηρετεῖν σφίσιν ἐκέλευον ὅσα δὴ ἐπέχειν τῶν οἰκετῶν τοῖς ἀτιμοτάτοις εἰώθεσαν. καὶ ἐπειδὴ τάχιστα ἐνθένδε ἀπηλλάγησαν, ἐποίουν οἱ τοῦ Καβάωνος κατάσκοποι ὅσα αὐτοῖς ἐπετέτακτο· τά τε γὰρ ἱερὰ ἐκάθηραν αὐτίκα τήν τε κόπρον καὶ εἴ τι ἄλλο οὐχ ὁσίως ἐπέκειτο ξὺν ἐπιμελείᾳ πολλῇ ἀφελόμενοι, τά τε λύχνα ἔκαυσαν ἅπαντα καὶ τοὺς ἱερέας αἰδοῖ τε πολλῇ προσεκύνησαν καὶ τῇ ἄλλῃ φιλοφροσύνῃ ἠσπάσαντο· ἀργύριά τε τοῖς πτωχοῖς δόντες οἳ ἀμφὶ τὰ ἱερὰ ταῦτα ἐκάθηντο, οὕτω δὴ τῇ τῶν Βανδίλων στρατιᾷ εἵποντο. καὶ ἀπὸ τούτου κατὰ τὴν ὁδὸν ξύμπασαν οἵ τε Βανδίλοι κατὰ ταὐτὰ ἡμάρτανον καὶ οἱ κατάσκοποι ἐθεράπευον.