Ancient Greek · ~7 min
8.2.26 to 8.2.33
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.2.26-33
Not analysed yet
ταύτῃ δὲ τῇ χώρᾳ ὄρη ἐπίκεινται ἄγαν τε ὑψηλὰ καὶ ἀμφιλαφῆ καὶ δεινῶς ἄβατα. καὶ ταῦτα μὲν ἄχρι ἐς τὰ Καυκάσια ὄρη διήκει· ὄπισθεν δὲ αὐτῶν πρὸς ἀνίσχοντα ἥλιον Ἰβηρία ἐστί, μέχρι ἐς Περσαρμενίους διήκουσα. Διὰ δὲ τῶν ὀρῶν ἃ ταύτῃ ἀνέχει, Φᾶσις ποταμὸς κάτεισιν, ἐκ τῶν Καυκασίων ἀρχόμενος καὶ κατὰ μέσον τὸ μηνοειδὲς τοῦ Πόντου ἐκβάλλει. ταύτῃ τε ἤπειρον ἑκατέραν αὐτὸν διορίζειν τινὲς οἴονται. τὰ μὲν γὰρ ἐν ἀριστερᾷ κατιόντος τοῦ ῥοῦ Ἀσία ἐστί, τὰ δὲ ἐν δεξιᾷ Εὐρώπη ὠνόμασται. κατὰ μὲν οὖν τὴν τῆς Εὐρώπης μοῖραν ξύμπαντα Λαζῶν τὰ οἰκία ξυμβαίνει εἶναι, ἐπὶ θάτερα δὲ οὔτε πόλισμα οὔτε ἄλλο τι ὀχύρωμα οὔτε κώμην τινὰ λόγου ἀξίαν Λαζοὶ ἔχουσι, πλήν γε δὴ ὅτι Πέτραν Ῥωμαῖοι ἐνταῦθα ἐδείμαντο πρότερον. κατὰ ταύτην δέ που τὴν Λαζικῆς μοῖραν ἀπέκειτο, ὥσπερ οἱ ἐπιχώριοι λέγουσι, καὶ τὸ δέρας ἐκεῖνο, οὗπερ ἕνεκα οἱ ποιηταὶ τὴν Ἀργὼ ἀποτετορνεῦσθαι μυθολογοῦσι. λέγουσι δὲ ταῦτα, ἐμὴν γνώμην, ἀληθιζόμενοι ἥκιστα. οὐ γὰρ ἄν, οἶμαι, λαθὼν τὸν Αἰήτην Ἰάσων ἐνθένδε ἀπηλλάσσετο ξὺν τῇ Μηδείᾳ τὸ δέρας ἔχων, εἰ μὴ τά τε βασίλεια καὶ τὰ ἄλλα τῶν Κόλχων οἰκία τοῦ χωρίου διείργετο Φάσιδι ποταμῷ, ἵνα δὴ τὸ δέρας ἐκεῖνο κεῖσθαι ξυνέβαινεν, ὃ δὴ καὶ οἱ ποιηταὶ παραδηλοῦσιν οἱ τὰ τοιαῦτα ἀναγραψάμενοι. ὁ μὲν οὖν Φᾶσις τῇδε φερόμενος, ᾗπέρ μοι δεδιήγηται, ἐς αὐτόν που λήγοντα ἐκβάλλει τὸν Εὔξεινον Πόντον. τοῦ δὲ μηνοειδοῦς κατὰ μὲν τὴν μίαν ἀρχήν, ἣ τῆς Ἀσίας ἐστί, Πέτρα ἡ πόλις ἐτύγχανεν οὖσα, ἐν δὲ δὴ τῇ ἀντιπέρας ἀκτῇ κατὰ τὴν τῆς Εὐρώπης μοῖραν Ἀψιλίων ἡ χώρα ἐστί· Λαζῶν δὲ κατήκοοί εἰσι καὶ Χριστιανοὶ γεγόνασιν ἐκ παλαιοῦ οἱ Ἀψίλιοι, ὥσπερ καὶ τἄλλα ξύμπαντα ἔθνη ὧνπερ ἐμνήσθην ἐς τόδε τοῦ λόγου.