Ancient Greek · ~4 min
Book 8, Chapter 3
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.3.7
Not analysed yet
ἀλλά μοι δοκοῦσι μάλιστα πάντων τά γε κατὰ τὰς Ἀμαζόνας ξὺν τῷ ἀληθεῖ λόγῳ εἰπεῖν, ὅσοι ἔφασαν οὐ πώποτε γένος γυναικῶν ἀνδρείων γεγονέναι, οὐδ’ ἐν ὄρει μόνῳ τῷ Καυκασίῳ τὴν τῶν ἀνθρώπων φύσιν θεσμῶν τῶν οἰκείων ἐξίστασθαι, ἀλλὰ βαρβάρους ἐκ τῶνδε τῶν χωρίων στρατῷ μεγάλῳ ξὺν γυναιξὶ ταῖς αὐτῶν ἰδίαις ἐπὶ τὴν Ἀσίαν στρατεῦσαι, στρατόπεδόν τε ἀμφὶ ποταμὸν Θερμώδοντα ποιησαμένους ἐνταῦθα μὲν τὰς γυναῖκας ἀπολιπεῖν, αὐτοὺς δὲ γῆν τῆς Ἀσίας τὴν πολλὴν καταθέοντας, ὑπαντιασάντων σφίσι τῶν τῇδε ᾠκημένων, ἅπαντας ἐξ ἀνθρώπων ἀφανισθῆναι, οὐδένα τε αὐτῶν τὸ παράπαν ἐπανήκειν ἐς τῶν γυναικῶν τὸ χαράκωμα, καὶ τὸ λοιπὸν ταύτας δὴ τὰς γυναῖκας, δέει τῶν περιοίκων καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ἀναγκασθείσας, τό τε ἀρρενωπὸν ἀμφιέσασθαι οὔτι ἐθελουσίας καὶ ἀνελομένας τὴν πρὸς τῶν ἀνδρῶν ἐν τῷ στρατοπέδῳ ἀπολελειμμένην τῶν ὅπλων σκευήν, καὶ ταύτῃ ἐξοπλισαμένας ὡς ἄριστα ἔργα ἀνδρεῖα ξὺν ἀρετῇ ἐπιδείξασθαι, διωθουμένης ἐς τοῦτο αὐτὰς τῆς ἀνάγκης, ἕως δὴ ἁπάσαις διαφθαρῆναι ξυνέπεσε.