Ancient Greek · ~3 min
9.1 to 9.4
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 9.1-5-4
Not analysed yet
Οἱ μὲν οὖν πολιορκούμενοι λανθάνοντες τοὺς πολεμίους ἔπεμπον ἐς Ῥώμην παρὰ Θευδάτον βοηθεῖν σφίσι κατὰ τάχος δεόμενοι. Θευδάτος δὲ πολέμου παρασκευήν τινα ἥκιστα ἐποιεῖτο, ὢν μὲν καὶ φύσει ἄνανδρος, ὥσπερ μοι ἔμπροσθεν εἴρηται. λέγουσι δὲ αὐτῷ καὶ ἕτερόν τι ξυμβῆναι, ὃ μάλιστα αὐτὸν ἐξέπληξέ τε καὶ ἐς ὀρρωδίαν μείζω ἀπήνεγκεν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες· καὶ ὣς δὲ εἰρήσεται. Θευδάτος καὶ πρότερον μὲν οὐκ ἀμελέτητος ἦν τῶν τι προλέγειν ἐπαγγελλομένων τὰς πύστεις ποιεῖσθαι, τότε δὲ τοῖς παροῦσιν ἀπορούμενος, ὃ δὴ μάλιστα τοὺς ἀνθρώπους ἐς μαντείας ὁρμᾶν εἴωθε, τῶν τινος Ἑβραίων, δόξαν ἐπὶ τούτῳ πολλὴν ἔχοντος, ἐπυνθάνετο ὁποῖόν ποτε τῷ πολέμῳ τῷδε τὸ πέρας ἔσται. ὁ δὲ αὐτῷ ἐπήγγελλε χοίρων δεκάδας τρεῖς καθείρξαντι ἐν οἰκίσκοις τρισὶ καὶ ὄνομα ποιησαμένῳ δεκάδι ἑκάστῃ, Γότθων τε καὶ Ῥωμαίων καὶ τῶν βασιλέως στρατιωτῶν, ἡμέρας ῥητὰς ἡσυχῆ μένειν.