Ancient Greek · ~7 min
9.1 to 9.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 9.1-6-10
Not analysed yet
Ἐν ᾧ δὲ ταῦτα Τουτίλας ἔπρασσεν, ἐν τούτῳ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ξὺν τοῖς στρατιώταις τὰ τῶν κατηκόων χρήματα ἥρπαζον, καὶ ὕβρεώς τε καὶ ἀσελγείας οὐδ’ ὁτιοῦν ὑπελίποντο, ἀλλ’ οἱ μὲν ἄρχοντες ἐν τοῖς ὀχυρώμασιν ἔχοντες ἐρωμένας ἐκώμαζον, οἱ δὲ στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσι παρεχόμενοι εἰς πᾶσαν ἰδέαν ἀτοπίας ἐνέπιπτον. τοῖς τε Ἰταλιώταις περιῆν ἅπασι πάσχειν τὰ χαλεπώτατα πρὸς ἑκατέρων τῶν στρατοπέδων. τοὺς μὲν γὰρ ἀγροὺς ἐστέρηντο πρὸς τῶν πολεμίων, ὑπὸ δὲ τοῦ βασιλέως στρατοῦ ἔπιπλα πάντα. καὶ προσῆν αὐτοῖς αἰκίζεσθαί τε καὶ οὐδενὶ λόγῳ διαφθείρεσθαι, τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιεζομένοις. οἱ γὰρ στρατιῶται ἀμύνειν σφίσι κακουμένοις πρὸς τῶν πολεμίων οὐδαμῆ ἔχοντες οὐχ ὅσον ἐρυθριᾶν ὡς ἥκιστα ἐπὶ τοῖς παροῦσιν ἐγίνωσκον, ἀλλὰ καὶ τοὺς βαρβάρους ποθεινοὺς αὐτοῖς εἶναι οἷς ἐξημάρτανον ἀπειργάζοντο. οἷς δὴ Κωνσταντιανὸς ἀπορούμενος γράμματα Ἰουστινιανῷ βασιλεῖ ἔπεμψεν, ἄντικρυς ἀποφαίνων ὅτι δὴ Γότθων τῷ πολέμῳ ἀντέχειν ἀδύνατος εἴη. οἵ τε ἄλλοι ἄρχοντες, ὥσπερ τὴν γνώμην ἐπιψηφίζοντες, ἐν τούτῳ δὴ τῷ γραμματείῳ τὴν ὁμολογίαν ἐσήμαινον τῆς ἐς τὴν ἀγωνίαν ὀκνήσεως. Ἰταλιώταις μὲν τὰ πράγματα ἐφέρετο τῇδε. Τουτίλας δὲ Ῥωμαίων τῇ βουλῇ ἐπιστολὴν ἔπεμψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ὅσοι μὲν ἀδικοῦσι τοὺς πέλας ἢ προλαβούσης ἀγνοίας ἴσως ἢ λήθης ἐπιγενομένης τινός, τούτοις ἄξιον τοὺς τὰ δεινὰ πεπονθότας συγγνώμονας εἶναι. τὸ γὰρ τῆς ἁμαρτάδος ξυμπεσὸν αἴτιον τῶν ἐγκλημάτων αὐτοῖς παραιτεῖται τὸ πλεῖστον. ἢν δέ τις ἐκ προνοίας ἀδικῇ μόνης, τούτῳ δὲ μηδὲ ἀντιλέγειν ποτὲ περὶ τῶν πεπραγμένων λελείψεται. οὐ γὰρ τοῦ ἔργου μόνον, ἀλλὰ καὶ τῆς γνώμης αὐτὸς φέρεσθαι τὴν αἰτίαν δίκαιος ἂν εἴη. οὐκοῦν, ἐπειδὴ ταῦτα οὕτως ἔχει, λογίζεσθε ἤδη τί ποτε ἄρα ὑμῖν ἀπολελογῆσθαι πρὸς τὰ ἐς Γότθους εἰργασμένα ξυμβήσεται· πότερα ὑμᾶς ἀγνοεῖν τὰς Θευδερίχου τε καὶ Ἀμαλασούνθης εὐεργεσίας τετύχηκεν, ἢ χρόνῳ τε αὐτὰς καὶ λήθῃ ἐν ὑμῖν ἐξιτήλους εἶναι;