Ancient Greek · ~2 min
9.10 to 9.12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 9.10-12
Not analysed yet
φασὶ γὰρ αὐτὸν στενάξαντα δῆθεν τῷ λόγῳ, δόκησίν τε ὡς εἴη δεδακρυμένος παρεχόμενον τοῖς τότε παροῦσιν ἄλλοις τε καὶ Ἀναστασίῳ τῷ πρεσβευτῇ, εὔξασθαι τὸν θεὸν τίσασθαι τὸν τῶν γεγονότων κακῶν αἴτιον. Ἰουστινιανὸν δὲ τὸν Ῥωμαίων αὐτοκράτορα παραδηλοῦν ἤθελεν, ἐξεπιστάμενος ὅτι δὴ αὐτὸς αἰτιώτατος ἁπάντων εἴη. τοσαύτῃ χρώμενος φύσεως ἀτοπίᾳ Χοσρόης βασιλεύς τε Περσῶν γέγονε ʽΖάμου τὸν ὀφθαλμὸν τοῦ δαιμονίου πηρώσαντος, ὅσπερ τῷ χρόνῳ τὰ πρωτεῖα ἐς τὴν βασιλείαν ἐφέρετο μετά γε τὸν Καόσην, ὅνπερ οὐδενὶ λόγῳ ἐμίσει Καβάδησ̓ καὶ πόνῳ οὐδενὶ τῶν οἱ ἐπαναστάντων ἐκράτησε, κακά τε Ῥωμαίους ὅσα ἐβούλευσεν εὐπετῶς ἔδρασε.