Ancient Greek · ~3 min
9.14 to 9.18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 9.14-18
Not analysed yet
Χοσρόης δὲ τὸ μὲν στράτευμα τῶν Ἀντιοχέων τοὺς περιόντας ζωγρεῖν καὶ ἀνδραποδίζειν ἐκέλευε καὶ τὰ χρήματα πάντα ληίζεσθαι, αὐτὸς δὲ ξὺν τοῖς πρέσβεσιν ἐς τὸ ἱερὸν ἀπὸ τῆς ἄκρας κατέβαινεν, ὅπερ ἐκκλησίαν καλοῦσιν. ἐνταῦθα κειμήλια χρυσοῦ τε καὶ ἀργύρου τοσαῦτα τὸ πλῆθος ὁ Χοσρόης εὗρεν, ὥστε τῆς λείας ἄλλο οὐδὲν ὅτι μὴ τὰ κειμήλια ταῦτα λαβὼν πλούτου τι μέγεθος περιβεβλημένος ἀπιὼν ᾤχετο. καὶ μάρμαρά τε πολλὰ καὶ θαυμαστὰ ἐνθένδε ἀφελὼν ἔξω τοῦ περιβόλου ἐκέλευε κατατίθεσθαι, ὅπως καὶ ταῦτα ἐς τὰ Περσῶν ἤθη κομίσωνται. ταῦτα διαπεπραγμένος ξύμπασαν τὴν πόλιν ἐμπρῆσαι Πέρσαις ἐπέστελλε. καὶ αὐτοῦ οἱ πρέσβεις ἐδέοντο τῆς ἐκκλησίας ἀπέχεσθαι μόνης, ἧς τὰ λύτρα κεκομισμένος διαρκῶς εἴη. ὁ δὲ τοῦτο τοῖς πρέσβεσι ξυγκεχωρηκὼς τἄλλα καίειν ἐκέλευε πάντα, ὀλίγους τέ τινας αὐτόθι ἀπολιπὼν τοὺς τὴν πόλιν ἐμπρήσοντας, αὐτὸς ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς τὸ στρατόπεδον ἀπεχώρησεν οὗ καὶ πρότερον διεσκηνημένοι ἐτύγχανον.