Ancient Greek · ~7 min
9.17 to 9.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 9.17-2-26
Not analysed yet
ἅτε δὲ αὐτὸς ἀφανής τε ὢν καὶ τῶν ἡγεμόνων οὐδενὶ πώποτε ἐς λόγους ἥκων τὸ πρᾶγμα ἐς Παύκαριν ἤνεγκεν, ἄνδρα Ἴσαυρον, ἐν τοῖς Βελισαρίου ὑπασπισταῖς εὐδοκιμοῦντα. ὁ μὲν οὖν Παύκαρις τὸν πάντα λόγον αὐτίκα τῷ στρατηγῷ ἤγγειλε. Βελισάριος δὲ τῇ τοῦ λόγου ἡδονῇ ἀναπνεύσας καὶ χρήμασι μεγάλοις τὸν ἄνθρωπον δωρήσεσθαι ὑποσχόμενος ἐς τὴν πρᾶξιν ἦγε, καὶ αὐτὸν ἐκέλευεν Ἰσαύρων τινὰς ἑταιρισάμενον ἐκτομὴν ὡς τάχιστα τῆς πέτρας ποιεῖσθαι, φυλασσόμενον ὅπως τοῦ ἔργου μηδενὶ αἴσθησιν δώσουσι. Παύκαρις δέ, Ἰσαύρους ἀπολεξάμενος πρὸς τὸ ἔργον ἐπιτηδείως πάντη ἔχοντας, ἐντὸς τοῦ ὀχετοῦ σὺν αὐτοῖς λάθρα ἐγένετο. ἔς τε τὸν χῶρον ἐλθόντες ἵνα δὴ τὴν στενοχωρίαν ἡ πέτρα ἐποίει, ἔργου εἴχοντο, οὐκ ἀξίναις τὴν πέτραν οὐδὲ πελέκεσι τέμνοντες, ὅπως μὴ ἔνδηλα τῷ κτύπῳ τοῖς πολεμίοις ποιήσωσι τὰ πρασσόμενα, ἀλλὰ σιδηρίοις τισὶν ὀξέσιν αὐτὴν ἐνδελεχέστατα ξέοντες. καὶ χρόνῳ ὀλίγῳ κατείργαστο, ὥστε ἀνθρώπῳ δυνατὰ εἶναι θώρακά τε ἀμπεχομένῳ καὶ ἀσπίδα φέροντι ταύτῃ ἰέναι. Ἐπειδὴ δὲ ἅπαντα ἤδη ὡς ἄριστα εἶχεν, ἔννοια Βελισαρίῳ ἐγένετο ὡς, ἢν πολέμῳ ἐς Νεάπολιν τῷ στρατῷ ἐσιτητὰ εἴη, τοῖς τε ἀνθρώποις ἀπολωλέναι ξυμβήσεται καὶ τἄλλα ξυμπεσεῖν ἅπαντα, ὅσα πόλει πρὸς πολεμίων ἁλούσῃ γίνεσθαι εἴωθε. Στέφανόν τε εὐθὺς μεταπεμψάμενος ἔλεξε τοιάδε· “Πολλάκις εἶδον πόλεις ἁλούσας καὶ τῶν τηνικαῦτα γινομένων εἰμὶ ἔμπειρος. τοὺς μὲν γὰρ ἄνδρας ἀναιροῦσιν ἡβηδὸν ἅπαντας, γυναῖκας δὲ θνήσκειν αἰτουμένας οὐκ ἀξιοῦσι κτείνειν, ἀλλ’ ἐς ὕβριν ἀγόμεναι πάσχουσιν ἀνήκεστά τε καὶ ἐλέου πολλοῦ ἄξια. παῖδας δὲ οὔτε τροφῆς οὔτε παιδείας οὕτω μεταλαχόντας δουλεύειν ἀνάγκη, καὶ ταῦτα τοῖς πάντων ἐχθίστοις, ὧν ἐν ταῖς χερσὶ τὸ τῶν πατέρων αἷμα τεθέανται. ἐῶ γάρ, ὦ φίλε Στέφανε, λέγειν τὸ πῦρ, ᾧ τά τε ἄλλα χρήματα καὶ τὸ τῆς πόλεως ἀφανίζεται κάλλος. ταῦτα Νεάπολιν τήνδε ὥσπερ ἐν κατόπτρῳ ταῖς πρότερον ἁλούσαις πόλεσιν ὁρῶν πάσχουσαν, αὐτῆς τε καὶ ὑμῶν ἐς οἶκτον ἥκω.