Ancient Greek · ~3 min
9.21 to 9.23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 9.21-23
Not analysed yet
οἵτινες μὲν οὖν ἀνθρώπων ἐς Ῥώμην τὰ βιβλίδια ταῦτα ἐκόμισαν οὐκ ἔχω εἰπεῖν. ἅπαντα γὰρ ἀωρὶ τῶν νυκτῶν ἐν τοῖς διαφανέσι τῆς πόλεως χωρίοις παγέντα, ἐπεὶ ἐγένετο ἡμέρα, ἐγνώσθη· οἱ δὲ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ὑποψίᾳ πολλῇ ἐς τῶν Ἀρειανῶν τοὺς ἱερέας ἐχόμενοι ἔξω τῆς πόλεως κατεστήσαντο εὐθὺς ἅπαντας. Τουτίλας δὲ ταῦτα ἀκούσας μοῖραν μέν τινα τοῦ στρατοῦ πέμψας ἐς Καλαβρίαν ἀποπειράσασθαι τοῦ ἐν Δρυοῦντι φρουρίου ἐπέστελλεν. ἐπεὶ δὲ ὡς ἥκιστά οἱ προσχωρεῖν ἤθελον οἱ φυλακτήριον ταύτῃ ἔχοντες, τοὺς μὲν ἐνταῦθα ἐσταλμένους ἐκέλευεν ἐς πολιορκίαν καθίστασθαι, αὐτὸς δὲ τῷ πλείονι τοῦ στρατοῦ ἐς τὰ ἐπὶ Ῥώμης χωρία ᾔει. ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθεν, ἔς τε ἀμηχανίαν ἐμπέπτωκε καὶ Βελισάριον ἐπὶ Τουτίλαν πέμψαι, καίπερ ἔτι Περσῶν ἰσχυρότατα ἐγκειμένων, ἠνάγκαστο. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἔνατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.