Ancient Greek · ~1 min
9.24 to 9.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 9.24-25
Not analysed yet
ὕστερον δὲ Πέρσαι, τοῦ πρὸς Οὔννους πολέμου σφίσι μηκυνομένου, ἐς σπονδὰς Ῥωμαίοις ξυνίασιν, αἵπερ αὐτοῖς ἐς ἑπτὰ ἔτη ἐγένοντο, Κέλερός τε τοῦ Ῥωμαίου καὶ Ἀσπεβέδου τοῦ Πέρσου αὐτὰς ποιησαμένων, ἐπ’ οἴκου τε ἀμφότεροι ἀναχωρήσαντες ἡσυχῆ ἔμενον. οὕτω μέν, ὥσπερ ἐρρήθη, ἀρξάμενος ὁ Ῥωμαίων τε καὶ Περσῶν πόλεμος ἐς τόδε ἐτελεύτα. τὰ δὲ ἀμφὶ πύλας τὰς Κασπίας ξυνενεχθέντα ἐρῶν ἔρχομαι.