# Testimonia 554.2

Prodicus, Testimonia, 554.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/prodicus/testimonia/554.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/prodicus/testimonia/554.2

18. — Charmid. 163 AB εἴπέ μοι, ἦν δ’ ἐγώ, οὐ ταὐτὸν καλεῖς τὸ ποιεῖν καὶ τὸ πράττειν; οὐ μέντοι, ἔφη· οὐδὲ γε τὸ ἐργάζεσθαι καὶ τὸ ποιεῖν. ἔμαθον γὰρ παρ’ Ἡσιόδου, ὃς ἔφη, ἔργον δ’ οὐδὲν εἶναι ὀνειδος [Opp. 309]. οἶει οὖν αὐτόν, εἰ τὰ τοιαῦτα ἔργα ἐκάλει καὶ ἐργάζεσθαι καὶ πράττειν, οἷα νῦν δή σὺ ἔλεγες, οὐδὲν ἂν ὀνειδος φάναι εἶναι σκυτοτομοῦντι ἢ ταριχοπωλοῦντι ἢ ἐπ’ οἰκήματος καθημένῳ; οὐκ οἴεσθαι γε χρή, ὦ Σώκρατες, ἀλλὰ καὶ ἐκεῖνος οἶμαι ποίησιν πράξεως καὶ ἐργασίας ἄλλο ἐνόμιζεν, καὶ ποίημα μὲν γίγνεσθαι ὀνειδος ἐνίοτε, ὅταν μὴ μετὰ τοῦ καλοῦ γίνηται, ἔργον δὲ οὐδέποτε οὐδὲν ὀνειδος· τὰ γὰρ καλῶς τε καὶ ὠφελίμως ποιούμενα ἔργα ἐκάλει, καὶ ἐργασίας τε καὶ πράξεις τὰς τοιαύτας ποιήσεις. Vgl. D καὶ γὰρ Προδίκου μυρία τινὰ ἀκήκοα περὶ ὀνομάτων διαιρούντος.

---

Prodicus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003056.
