# De scoliis 001

Prolegomena De Comoedia, De scoliis, Edition urn:cts:greekLit:tlg3002.tlg009.local001. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/prolegomena-de-comoedia/de-scoliis/001

DE SCOLIIS σκολιὰ λέγεται τὰ παροίνια μέλη τὰ ἐπὶ τοῖς συμποσίοις ᾀδόμενα, καί, ὡς μὲν ἔνιοί φασιν, ἐκ τοῦ ἐναντίου προσηγορεύθησαν· ἁπλᾶ γὰρ αὐτὰ ἐχρῆν εἶναι καὶ εὔκολα ὡς παρὰ πότον ᾀδόμενα. οὐκ εὖ δὲ τοῦτο· τὰ γὰρ δύσφημα ἐπὶ τὸ εὐφημότερον μεταλαμβάνεται, οὐ μὴν τὸ ἔμπαλιν. τί οὖν; ἐπάναγκες ἦν τοῖς ἐν συμποσίοις ἅπασιν ᾄδειν μετὰ λύρας· ὅσοι δὲ οὐκ ἠπίσταντο λύρᾳ χρῆσθαι, δάφνης ἢ μυρρίνης κλῶνας λαμβάνοντες ᾖδον. ἐπὶ τοῖς οὖν οὐκ ἐπισταμένοις μέλη πρὸς λύραν ᾄδειν σκολιὰ ἐδόκει· ὅθεν καὶ σκολιὰ ὠνομάσθησαν. τινὲς δὲ οὕτως· οὐ κατὰ τὸ ἑξῆς φασι δίδοσθαι τὴν λύραν, ἀλλ' ἐναλλάξ. διὰ τὴν σκολιὰν οὖν καὶ μὴ ἐπ' εὐθείας τῆς λύρας περιφέρειαν σκολιὰ ἐλέγετο.

---

Prolegomena De Comoedia, De scoliis. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3002.tlg009.local001/.
