# Fragmenta 7

Promathidas, Fragmenta, Fragment 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/promathidas-hist/fragmenta/7

E SCRIPTO INCERTO. Athenaeus XI: Διονύσιος δὲ ὁ Θρᾲξ ἐν Ῥόδῳ λέγεται τὴν Νεστορίδα κατασκευάσαι τῶν μαθητῶν αὐτῷ συνενεγκάντων τἀργύριον. Ὅπερ Προμαθίδας ὁ Ἡρακλεώτης, ἐξηγούμενος τὴν κατὰ τὸν Διονύσιον διάταξιν, φησὶ σκύφον εἶναι, παρακειμένως ἔχοντα τὰ ὦτα καθάπερ αἱ δίπρῳροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστεράς· ὡσπερεὶ δέ τινα ῥοπάλια δύο ὑποκεῖσθαι τῷ ποτηρίῳ πλάγια διὰ μήκους· ταῦτα δ' εἶναι τοὺς δύο πυθμένας. Ὁποῖόν τι καὶ νῦν ἐστιν ἰδεῖν ἐν Καπύῃ πόλει τῆς Καμπανίας ἀνακείμενον τῇ Ἀρτέμιδι ποτήριον, ὅπερ λέγουσιν ἐκεῖνοι Νέστορος γεγονέναι· ἔστι δὲ ἀργύρεον, χρυσοῖς γράμμασιν ἐντετυπωμένα ἔχον τὰ Ὁμηρικὰ ἔπη. Ἐγὼ δὲ (φησὶν ὁ Μυρλεανὸς) τάδε λέγω περὶ τοῦ ποτηρίου κτλ.

---

Promathidas Hist., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2300.tlg004.local001/.
