# Testimonia 529.1

Protagoras, Testimonia, 529.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/protagoras-soph/testimonia/529.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/protagoras-soph/testimonia/529.1

οὐτος καὶ Πρόδικος ὁ Κεῖος λόγους ἀναγιγνώσκοντες ἠφανίζοντο· καὶ Πλάτων ἐν τῷ Πρωταγόρᾳ [316 A] φησι βαρύφωνον εἶναι τὸν Πρόδικον. διήκουσε δ' ὁ Πρωταγόρας Δημοκρίτον. (ἐκαλεῖτό τε Σοφία, ὡς φησι Φαβωρίνος ἐν παντοδαπῇ ἱστορίᾳ [vgl. oben S. 371, 6]). καὶ πρῶτος ἔφη δύο λόγους εἶναι περὶ παντὸς πράγματος ἀντικειμένους ἀληθεῖς· οἷς καὶ συνηκώσα, πρῶτος τοῦτο πράξας. ἀλλὰ καὶ ἠξίωτο πον τοῦτον τὸν τρόπον· 'πάντων — ἐστιν' [fr. 1]. ἔλεγέ τε μηδὲν εἶναι ψυχὴν παρὰ τὰς αἰσθήσεις, καθὰ καὶ Πλάτων φησιν ἐν Θεαίττῳ, καὶ πάντα εἶναι ἀληθῆ. καὶ ἀλλαχοῦ δὲ τοῦτον ἠξίωτο τὸν τρόπον· 'περὶ μὲν θεῶν οὐκ ἔχω εἰδέναι οὔθ' ὡς εἰσίν — ἀνθρώπων' [fr. 4]. διὰ ταύτην δὲ τὴν ἀρχὴν τοῦ συγγράμματος ἐξεβλήθη πρὸς Ἀθηναίων· καὶ τὰ βιβλία αὐτοῦ κατέκαυσαν ἐν τῇ ἀγορᾷ ὑπὸ χήρυκι ἀναλεξάμενοι παρ' ἑκάστου τῶν κεκτημένων.

---

Protagoras Soph., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003060.
