# Testimonia 536.1

Protagoras, Testimonia, 536.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/protagoras-soph/testimonia/536.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/protagoras-soph/testimonia/536.1

166 DE (Protag.) ἐγὼ γὰρ φημ μὲν τὴν ἀλήθειαν ἔχειν ὡς γέγραφα· μέτρον γὰρ ἕκαστον ἡμῶν εἶναι τῶν τε ὄντων καὶ μὴ· μυρίον μέντοι διαφέρειν ἕτερον ἕτερον αὐτῶι τούτωι, ὅτι τωὶ μὲν ἄλλα ἔστι τε καὶ φαίνεται, τωὶ δὲ ἄλλα· καὶ σοφίαν καὶ σοφὸν ἄνδρα πολλοῦ δέω τὸ μὴ φάναι εἶναι, ἀλλ’ 5 αὐτὸν τοῦτον καὶ λέγω σοφόν, ὃς ἂν τινι ἡμῶν, ᾧ φαίνεται καὶ ἔστι κακά, μεταβάλλων ποιήσῃ ἀγαθὰ φαίνεσθαι τε καὶ εἶναι. τὸν δὲ λόγον αὐ μὴ τωὶ ὀήματι μου δίωκε, ἀλλ’ ὧδε ἐτι σαφέστερον μάθε τί λέγω. οἷον γὰρ ἐν τοῖς πρόσθεν ἐλέγετο ἀναμνήσθητι, ὅτι τωὶ μὲν ἀσθενούντι πικρὰ φαίνεται ἂ δοθῇ καὶ ἔστι, τωὶ δὲ ὑγιαίνοντι τάναντία ἔστι καὶ φαίνεται· σωφώτερον μὲν 10 οὖν τούτων οἷδέτερον δεῖ ποιῆσαι· οὐδὲ γὰρ δυνατόν· οὐδὲ κατηγορητέον ὡς ὁ μὲν κάμνων ἁμαρτῆς, ὅτι τοιαῦτα δοξάζει, ὁ δὲ ὑγιαίνων σοφός, ὅτι ἀλλοῖα· μεταβλητέον δ’ ἐπὶ ἕτερα· ἀμείνων γὰρ ἡ ἕτερα ἕξις. οὕτω δὲ καὶ ἐν τῇ παιδείᾳ ἀπὸ ἑτέρας ἕξεως ἐπὶ τὴν ἀμείνων μεταβλητέον. ἀλλ’ ὁ μὲν ἰατρὸς φαρμάκοις μεταβάλλει, ὁ δὲ σοφιστὴς λόγοις. Zum Titel Ἀλήθεια vgl. Par- 15 menides und Antiphon (später Antisthenes und Simmias).

---

Protagoras Soph., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003060.
