# Testimonia 538.2

Protagoras, Testimonia, 538.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/protagoras-soph/testimonia/538.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/protagoras-soph/testimonia/538.2

10. STOB. III (flor.) 29, 80 II. ἔλεγε μηδὲν εἶναι μήτε τέχνην ἄνευ μελέτης μήτε μελέτην ἄνευ τέχνης. 1. PLATO Protag. 320C ff. (Mythos des P.) ἦν γὰρ ποτε χρόνος ὅτε θεοὶ 320 μὲν ἦσαν, θνητὰ δὲ γένη οὐκ ἦν. ἐπειδὴ δὲ καὶ τούτοις χρόνος ἦλθεν εἰμαρμένος γενέσεως τυποῦσιν αὐτὰ θεοὶ γῆς ἔνδον ἐκ γῆς καὶ πυρὸς μειξάντες καὶ 30 τῶν ὅσα πυρὶ καὶ γῇ κεράννυται. ἐπειδὴ δ᾽ ἄγειν αὐτὰ πρὸς φῶς ἐμελλον, προσέταξαν Προμηθεῖ καὶ Ἐπιμηθεῖ κοσμῆσαι τε καὶ νεῖμαι δυνάμεις ἑκάστοις ὡς πρέπει· Προμηθεὰ δὲ παραῖτεται Ἐπιμηθεὺς αὐτὸς νεῖμαι, νεῖμαντος δ᾽ ἐμοῦ, ἔφη, ἐπίσκεψαι· καὶ οὕτως πείσας νέμει. νέμων δὲ τοῖς μὲν ἰσχὺν ἄνευ 35 τάχους προσήπτεν, τὰ δὲ ἀσθενέστερα τάχει ἐκόσμει· τὰ δ᾽ ὡπλίζε, τοῖς δ᾽ ἄοπλον δίδους φύσιν ἄλλην τιν᾽ αὐτοῖς ἐμηχανάτο δύναμιν εἰς σωτηρίαν. ἄ μὲν γὰρ αὐτῶν σμικρότητι ἠπίσχετο, πτηνὸν φύγην ἢ κατάγειον οἴκησιν ἐνεμεν· ἄ δὲ ἠξέ μεγέθει, τῷδε αὐτῷ αὐτὰ ἐσωῖζεν· καὶ τὰλλα οὕτως ἐπανασῶν 321 ἐνεμεν. ταῦτα δὲ ἐμηχανάτο εὐλάβειαν ἔχων, μὴ τι γένος ὀλισθωθῇ· ἐπειδὴ δὲ αὐτοῖς ἀλληλοφθοριῶν διαφυγὰς ἐπήρκεσε, πρὸς τὰς ἐκ Διὸς ὥρας εὐμά- 40 ρειαν ἐμηχανάτο ἀμφιεννὺς αὐτὰ πυκναῖς τε θριξὶν καὶ στερεοῖς δέρμασιν, ἱκανοῖς μὲν ἀμύνας χειμῶνα, δυνατοῖς δὲ καὶ καύματα, καὶ ἑς εἰνὰς ἰοῦσιν ὅπως ὑπάρχοι τὰ αὐτὰ ταῦτα στρωμνὴ οἰκεῖα τε καὶ αὐτοφυὴς ἑκάστῳ. καὶ ὑπο- B δῶν τὰ μὲν ὀπλαῖς, τὰ δὲ [θριξὶν καὶ] δέρμασιν στερεοῖς καὶ ἀναιμοῖς τοῦντεῦθεν τροφὰς ἄλλοις ἄλλας ἐξεπόριζεν, τοῖς μὲν ἐκ γῆς βοτάνην, ἄλλοις δὲ 45 δένδρων καρποὺς, τοῖς δὲ βίζας· ἔστι δ᾽ οἷς ἔδωκεν εἶναι τροφήν ζωίων ἄλλων

---

Protagoras Soph., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003060.
