# Fragmenta 2

Proxenus, Fragmenta, Dfhg-Source dfhg2_PROXENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proxenus/fragmenta/2

Ποιμὴν νέμων πρόβατα ἐν τοῖς τῆς Δωδώνης ἕλεσι τοῦ πέλας ὑφείλατο νομὴν (ποίμνην em. Barn.) καλλίστην, καὶ εἵρξας εἰς τὴν σφετέραν αὐλὴν ἐφύλασσεν. Ὅθεν τὸν δεσπότην φασὶ ζητεῖν παρὰ τοῖς ποιμέσι τὰ κεκλεμμένα πρόβατα, μὴ εὑρόντα δὲ ἐρωτᾶν τὸν θεὸν τίς ἐστιν ὁ κλέψας. Τότε πρῶτον, φασὶ, τὴν δρῦν φωνὴν ἀφεῖναι, ὅτι τῶν ἀκολουθούντων ὁ νεώτατος. Ἐξετάσαντα δὲ τὸ λόγιον εὑρεῖν παρὰ τῷ ποιμένι νεωστὶ βοσκήσαντι ἐν τῷ χωρίῳ· ἀκόλουθοι δὲ λέγονται οἱ ποίμενες. Ἦν δὲ τὸ ὄνομα Μαρδύλας (Mediol. Μανδύλας) ὁ κλέψας. Τοῦτον λέγεται προσοργισθέντα τῇ δρυὶ θελῆσαι αὐτὴν ἐκκόψαι νύκτωρ· πελειάδα δὲ ἐκ τοῦ στελέχους ἀνακύψασαν ἐπιτάξαι μὴ τοῦτο δρᾶν· τὸν δὲ δειματωθέντα μηκέτι τοῦτο τολμῆσαι, μὴ θιγεῖν τοῦ ἱεροῦ τούτου δένδρου. Οὐ μὴν ἀλλὰ καὶ διὰ τὸ τόλμημα μηνίσαι αὐτῷ τοὺς Ἠπειρώτας· ὅθεν καὶ λαβόντας δίκην ταύτην εἰσπράξασθαι τῆς ἀπ ̓ αὐτοῦ ὑπομενῆς (ἐπιμονῆς ms. Barn.; τῆς αὐτοῦ ὑπομονῆς Vulg. ed. Ant.) τὸν μάντιν προάγει. Ἡ ἱστορία παρὰ τῷ Προξένῳ.

---

PROXENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1638.tlg002.local002/.
