# Fragmenta 3-8

Proxenus, Fragmenta, 3 to 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proxenus/fragmenta/3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proxenus/fragmenta/3
CTS URN: urn:cts:greekLit:tlg1638.tlg002:3-8

Τινὲς Ἴρου γράφουσι ... Καὶ Πρόξενος ἐν Ἠπειρωτικοῖς Ἶρόν φῆσι Μερμέρου παῖδα. «Χαονία, μέση τῆς Ἠπείρου. Οἱ οἰκήτορες Χάονες. Ἑλλάνικος Ἱερειῶν Ἥρας τρίτῳ· «Ἀμβρακιῶται καὶ οἱ μετ ̓ αὐτῶν Χάονες καὶ Ἠπειρῶται.» Καὶ ὁ Πρόξενος δὲ καταλέγων αὐτούς φησι· «Χάονες, Θεσπρωτοί, Τυμφαῖοι, Παραύαιοι, Ἀμύμονες, Ἅβαντες, Κασποί.» Ἄλκωνα τὸν Φαλήρου πατέρα Πρόξενος φησὶν υἱὸν Ἐρεχθέως. Φυγεῖν δ ̓ αὐτὸν λέγει ἀπὸ τῆς Ἀττικῆς μετὰ τῆς θυγατρὸς Χαλκιόπης εἰς Εὔβοιαν· ἐξαιτοῦντος δὲ τοῦ πατρὸς οὐκ ἐκδοῦναι τοὺς Χαλκιδέας. Γέλα, πόλις Σικελίας .... καλεῖται δὲ ἀπὸ τοῦ ποταμοῦ Γέλα· ὁ δὲ ποταμὸς, ὅτι πολλὴν πάχνην γεννᾷ· ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σικελῶν γέλαν λέγεσθαι. Πρόξενος δ ̓ ἐν πρώτῃ τῶν Περὶ πόρθμων Σικελικῶν καὶ Ἑλλάνικος ἀπὸ Γέλωνος, τοῦ Αἴτνης καὶ Ὑμάρου. Πρόξενος δ ̓ ἐν δευτέρῳ Λακωνικῆς πολιτείας ἐπικαλεῖσθαί φησι χαλκίδας παρὰ Λακεδαιμονίοις τὰς θεραπαίνας.

---

PROXENUS, Fragmenta. Text: Digital Fragmenta Historicorum Graecorum, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1638.tlg002.local002/.
