# Fragmenta 226.5

Pseudo-Archytas, Fragmenta, 226.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-archytas/fragmenta/226.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-archytas/fragmenta/226.5

καὶ ἀδιαίρετον, πέρας μὲν ἐντὶ τῷ προγεγονότος, ἀρχὰ δὲ τῷ μέλλοντος· ὥσπερ καὶ γραμμᾶς εὐθείας κλασθείσης τὸ σάμειον, περὶ ὃ ἂ κλάσις, ἀρχὰ μὲν γίνεται τὰς ἑτέρας γραμμᾶς, πέρας δὲ τὰς ἑτέρας. Συνεχὴς δὲ ὁ χρόνος καὶ οὐ διωρισμένος, ὥσπερ ἀριθμὸς καὶ λόγος καὶ ἁρμονία· τῷ μὲν γὰρ λόγῳ ταὶ συλλαβαὶ ταὶ μόρια· ταύτα δὲ διωρισμένα· καὶ τὰς ἁρμονίας τοὶ φθόγγοι καὶ τῷ ἀριθμῷ ταὶ μονάδες. Γραμμὰ δὲ καὶ χωρίον καὶ τόπος συνεχῆ· τὰ γὰρ μόρια τούτων κοινὰ τμῆματα ποιεῖ διαιρεύμενα· τέμνεταὶ γὰρ γραμμὰ μὲν κατὰ στιγμάν, ἐπίπεδον δὲ κατὰ γραμμάν, στερεόν δὲ κατὰ ἐπίπεδον. Ἐντὶ δὲ ὁ χρόνος συνεχὴς· οὐ γὰρ ἦς ποτὰ φύσις, ὅποκὰ χρόνος οὐκ ἦς, οὐδὲ κinesis, ὅποκὰ τὸ νῦν οὐ παρῆς ἀλλ’ ἀεὶ ἦς καὶ ἔσσεται καὶ οὐδέποτὰ ἐπιλείψει τὸ νῦν, ἄλλο καὶ ἄλλο γινόμενον, καὶ ἀριθμῷ μὲν ἕτερον, εἴδει δὲ τωυτόν. Διαφέρει δὲ γραμμὰ τῶν ἄλλων συνεχῶν, ὅτι τὰς μὲν γραμμὰς καὶ τῷ χωρίῳ καὶ τῷ τόπῳ τὰ μέρη ὑπέστακε, τῷ δὲ χρόνῳ τὰ μὲν γενόμενα ἑθάρσαται, τὰ δὲ γενασόμενα φθαρήσεταὶ.

---

Pseudo-Archytas, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003066.
