# Fragmenta 230.2-6

Pseudo-Archytas, Fragmenta, 230.2 to 230.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-archytas/fragmenta/230.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-archytas/fragmenta/230.2

9. Ἀ δὲ τάξις αὐτῶν a ὧδε ἔχει· πρᾶτα b μὲν γὰρ τέταχται ἡ οὐσία c, διὰ τὸ μόνον ταύταν ὑποκεῖσθαι ταῖς ἄλλαις d καὶ αὐτὰν καθ’ ἑαυτὰν δύνασθαι νοεῖσθαι, τὰς δὲ ἄλλας μὴ ἀνευ ταύτας· ἢ γὰρ κατὰ ταύτας ἢ ἐν ταῦτα e ὑποκειμένω κατηγορεῖται. δευτέρα δὲ ἡ ποιότης· ἄνευ γὰρ τῷ τί ἐστιν ἤμεν ἀδύνατον ποιοῦν τι ἤμεν. 10. Πᾶσα ὥσία φυσικὰ τε καὶ αἰσθητὰ ἤτοι ἐν τούτοις ἢ διὰ τούτων [τῶν κατηγορουμένων] ἢ οὐχ ἄνευ τούτων πέφυχε τῇ διανοίᾳ τῶν ἀνθρώπων ὑποπίπτειν. 11. Τὰς τε γὰρ ὥσίας ἐντὶ διαφοραὶ τρεῖς· ἡ μὲν γὰρ ἐν ὕλῃ, ἡ δ’ ἐν μορφῇ, ἡ δὲ συναμφότερον ἐκ τούτων. 12. Ταῖς δὲ διανοίαις ταύταις καὶ ταῖς κατηγορίαις συνυπάρχει τινὰ μὲν κοινὰ, τινὰ δὲ ἴδια. Λέγω δὲ κοινὰ μὲν τὰς ὥσιας τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἥττον· οὐ γὰρ ἡ ἐνδέχεται μᾶλλον καὶ ἥττον ἢμεν

---

Pseudo-Archytas, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003066.
