# Fragmenta 232.7

Pseudo-Archytas, Fragmenta, 232.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-archytas/fragmenta/232.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-archytas/fragmenta/232.7

20. Tῶ δὲ ποιέοντος ἴδιόν ἐστι· α τὸ ἐν αὐτῷ αἰτίαν ἔχειν τὰς κινήσεις, τῷ δὲ ποιουμένῳ β καὶ τῷ πάσχοντος τὸ ἐν ἀτέρῳ α. Ὁ μὲν γὰρ ἀνδριαντοποιός ἐν ἑαυτῷ τὰν αἰτίαν ἔχει τοῦ ποιέν γ τὸν ἀνδριάντα, ὁ δὲ χαλκὸς τῷ ποιεῖσθαι ι ἐν ἑαυτῷ τε καὶ τῷ ἀνδριαντοποιῷ. Καὶ ἐπὶ δὲ τῶν παθῶν δι᾽ ε τὰς ψυχὰς ὁ αὐτὸς λόγος· ὁ γὰρ θυμὸς ἐφ᾽ ἀτέρῳ η τινὶ πέφυκεν ἀνεγείρεσθαι καὶ ὑφ᾽ ἀτέρῳ ι τιςὸς ἐξωθεν ἐρεθίζεσθαι, οἷον ὀλιγωρίας , ἀτιμίας, ὕβριος· ὁ δὲ ταῦτα δρῶν ἐν ἑαυτῷ τὰν αἰτίαν ἔχει τὰ ταῦτα δράν.

---

Pseudo-Archytas, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003066.
